# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 32-3

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Γ, ΠΛΑΤΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/32-3

ἀλλὰ καὶ εἰς Ἀγάθωνα· τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν εἶχον· ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη. καὶ ἄλλο· τῷ μήλῳ βάλλω σε· σὺ δʼ εἰ μὲν ἑκοῦσα φιλεῖς με, δεξαμένη τῆς σῆς παρθενίης μετάδος, εἰ δʼ ἄρʼ ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτʼ αὐτὸ λαβοῦσα σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος. 〈καὶ ἄλλο〉· μῆλον ἐγώ. βάλλει με φιλῶν σέ τις· ἀλλʼ ἐπίνευσον Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
