# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 33-4

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Δ, Κεφ. σ′. ΑΡΚΕΣΙΛΑΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/33-4

ἀλλὰ καὶ τὸν Πύρρωνα κατά τινας ἐζηλώκει καὶ τῆς διαλεκτικῆς εἴχετο καὶ τῶν Ερετρικῶν ἥπτετο λόγων, ὅθεν καὶ ἐλέγετο ἐπʼ αὐτοῦ ὑπʼ Ἀρίστωνος· πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος. καὶ ὁ Τίμων ἐπʼ αὐτοῦ φησιν οὕτως· τῇ γὰρ ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλιβδον θεύσεται ἢ Πύρρωνα τὸ πᾶν κρέας ἢ Διόδωρον. καὶ διαλιπὼν αὐτὸν ποιεῖ λέγοντα· νήξομαι εἰς Πύρρωνα καὶ εἰς σκολιὸν Διόδωρον. Ἦν δὲ καὶ ἀξιωματικώτατος καὶ συνηγμένος καὶ ἐν τῇ λαλιᾷ διαστατικὸς τῶν ὀνομάτων, ἐπικόπτης θʼ ἱκανῶς καὶ παρρησιαστής·

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
