# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 35-2

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Β, Κεφ. ε′. ΣΩΚΡΑΤΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/35-2

πρὸς τὸν εἰπόντα, θάνατόν σου κατέγνωσαν Ἀθηναῖοι, κἀκείνων, εἶπεν, ἡ φύσις. οἱ δὲ τοῦτʼ Ἀναξαγόρου φασί. τῆς γυναικὸς εἰπούσης, ἀδίκως ἀποθνήσκεις, σὺ δέ, ἔφη, δικαίως ἐβούλου; ὄναρ δόξας τινὰ αὐτῷ λέγειν, ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἵκοιο, πρὸς Αἰσχίνην ἔφη, εἰς τρίτην ἀποθανοῦμαι. μέλλοντί τε αὐτῷ τὸ κώνειον πίεσθαι Ἀπολλόδωρος ἱμάτιον ἐδίδου καλόν, ἵνʼ ἐκείνῳ ἐναποθάνοι· καὶ ὅς, τί δέ, ἔφη, τὸ ἐμὸν ἱμάτιον ἐμβιῶναι μὲν ἐπιτήδειον, ἐναποθανεῖν δὲ οὐχί; πρὸς τὸν εἰπόντα, κακῶς ὁ δεῖνά σε λέγει, καλῶς γάρ, ἔφη, λέγειν οὐκ ἔμαθε.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
