# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 4-4

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Δ, Κεφ. α′. ΣΠΕΥΣΙΠΠΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/4-4

Πλούταρχος δέ φησιν ἐν τῷ Λυσάνδρου βίῳ καὶ Σύλλα φθειρσὶν ἐκζέσαι αὐτόν. ἦν δὲ καὶ τὸ σῶμα διακεχυμένος, ὥς φησι Τιμόθεος ἐν τῷ Περὶ βίων. οὗτος, φησί, πρὸς τὸν ἐρῶντα πλούσιον ἀμόρφου ἔφη, τί δέ σοι δεῖ τούτου; ἐγὼ γάρ σοι δέκα ταλάντων εὐμορφοτέραν εὑρήσω. Καταλέλοιπε δὲ πάμπλειστα ὑπομνήματα καὶ διαλόγους πλείονας, ἐν οἷς καὶ Ἀρίστιππον τὸν Κυρηναῖον. Περὶ πλούτου α′. Περὶ ἡδονῆς α′. Περὶ δικαιοσύνης α′. Περὶ φιλοσοφίας α′. Περὶ φιλίας α′. Περὶ θεῶν α′. Φιλόσοφος α′. Πρὸς Κέφαλον α′. Κέφαλος α′. Κλεινόμαχος ἢ Λυσίας α′. Πολίτης α′. Περὶ ψυχῆς α′. Πρὸς Γρύλλον α′.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
