# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 4-9

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Θ, Κεφ. α′. ΗΡΑΚΛΕΙΤΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/4-9

Καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν οὕτως ἔχον· πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν ὧδε διαντλήσας δύσμορος εἶτʼ ἔθανεν· σῶμα γὰρ ἀρδεύσασα κακὴ νόσος ὕδατι φέγγος ἔσβεσεν ἐν βλεφάροις καὶ σκότον ἠγάγετο. Ἕρμιππος δέ φησι λέγειν αὐτὸν τοῖς ἰατροῖς εἴ τις δύναται 〈τὰ〉 ἔντερα κεινώσας τὸ ὑγρὸν ἐξερᾶσαι· ἀπειπόντων δέ, θεῖναι αὑτὸν εἰς τὸν ἥλιον καὶ κελεύειν τοὺς παῖδας βολίτοις καταπλάττειν· οὕτω δὴ κατατεινόμενον δευτεραῖον τελευτῆσαι καὶ θαφθῆναι ἐν τῇ ἀγορᾷ. Νεάνθης δʼ ὁ Κυζικηνός φησι μὴ δυνηθέντʼ αὐτὸν ἀποσπάσαι τὰ βόλιτα μεῖναι καὶ διὰ τὴν μεταβολὴν ἀγνοηθέντα κυνόβρωτον γενέσθαι.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
