# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 43-3-44

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, 43 to 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/43-3

σκεύη 〈. . . . .〉 τὰ γεγραμμένα, ὧν ἔχει ἀντίγραφα Δημήτριος. ὀφείλω δʼ οὐδενὶ οὐθέν. ἐπίτροποι Λεωσθένης Σπεύσιππος Δημήτριος Ἡγίας Εὐρυμέδων Καλλίμαχος Θράσιππος. Καὶ διέθετο μὲν οὕτως. ἐπεγράφη δʼ αὐτοῦ τῷ τάφῳ ἐπιγράμματα τάδε· πρῶτον· σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ ἐνθάδε δὴ κεῖται θεῖος Ἀριστοκλέης· εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον τοῦτον ἔχει πλεῖστον καὶ φθόνος οὐχ ἕπεται. ἕτερον δέ· γαῖα μὲν ἐν κόλπῳ κρύπτει τόδε σῶμα Πλάτωνος, ψυχὴ δʼ ἀθάνατον τάξιν ἔχει μακάρων υἱοῦ Ἀρίστωνος, τόν τις καὶ τηλόθι ναίων τιμᾷ ἀνὴρ ἀγαθὸς θεῖον ἰδόντα βίον. καὶ ἄλλο νεώτερον· αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον; ἦ τινος, εἰπέ, ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις; —ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπον εἰκών, σῶμα δὲ 〈γῆ〉 γηγενὲς Ἀτθὶς ἔχει.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
