Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Chapter 5
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 5.170
Not analysed yet
καί ποτʼ ἀθροισθὲν τὸ κέρμα ἐκόμισεν εἰς μέσον τῶν γνωρίμων καί φησι, Κλεάνθης μὲν καὶ ἄλλον Κλεάνθην δύναιτʼ ἂν τρέφειν, εἰ βούλοιτο· οἱ δʼ ἔχοντες ὅθεν τραφήσονται παρʼ ἑτέρων ἐπιζητοῦσι τἀπιτήδεια, καίπερ ἀνειμένως φιλοσοφοῦντες. ὅθεν δὴ καὶ δεύτερος Ἡρακλῆς ὁ Κλεάνθης ἐκαλεῖτο. ἦν δὲ πονικὸς μέν, ἀφύσικος δὲ καὶ βραδὺς ὑπερβαλλόντως· διὸ καὶ Τίμων περὶ αὐτοῦ φησιν οὕτως· τίς δʼ οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν, μωλύτης ἐπέων φίλος Ἄσσιος, ὅλμος ἄτολμος; Καὶ σκωπτόμενος δʼ ὑπὸ τῶν συμμαθητῶν ἠνείχετο καὶ ὄνος ἀκούων προσεδέχετο, λέγων αὐτὸς μόνος δύνασθαι βαστάζειν τὸ Ζήνωνος φορτίον.