# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 51-4

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Δ, Κεφ. ζ′. ΒΙΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/51-4

τοσοῦτον διαφέρειν τὴν φρόνησιν τῶν ἄλλων ἀρετῶν, ὅσον τὴν ὅρασιν τῶν ἄλλων αἰσθήσεων. μὴ δεῖν ἔφασκεν ὀνειδίζειν τὸ γῆρας, εἰς ὅ, ἔφη, πάντες εὐχόμεθα ἐλθεῖν. πρὸς τὸν βάσκανον ἐσκυθρωπακότα, οὐκ οἶδα, ἔφη, πότερον σοὶ κακὸν γέγονεν ἢ ἄλλῳ ἀγαθόν. τὴν δυσγένειαν πονηρὸν ἔλεγεν εἶναι σύνοικον τῇ παρρησίᾳ· δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ. τοὺς φίλους ὁποῖοι ἂν ὦσι συντηρεῖν, ἵνα μὴ δοκοίημεν πονηροῖς κεχρῆσθαι ἢ χρηστοὺς παρῃτῆσθαι. Οὗτος τὴν ἀρχὴν μὲν παρῃτεῖτο τὰ Ἀκαδημαϊκά, καθʼ ὃν χρόνον ἤκουε Κράτητος· εἶτʼ ἐπανείλετο τὴν κυνικὴν ἀγωγήν, λαβὼν τρίβωνα καὶ πήραν.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
