# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 55-4-57

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, 55 to 57. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/55-4

Βίωνα, τὸν Βορυσθένης ἔφυσε γῆ Σκύθισσα, λέγειν ἀκούομεν θεοὺς ὡς οὐδέν εἰσιν ὄντως. κεἰ μὲν τὸ δόγμα τοῦτʼ ἔχων ἔμιμνεν, ἦν ἂν εἰκὸς λέγειν, φρονεῖν ὅπως δοκεῖ· κακῶς μέν, ἀλλʼ ἔδοξε. νῦν δʼ ἐς νόσον πεσὼν μακρὴν καὶ μὴ θάνῃ δεδοικὼς ὁ μὴ θεοὺς εἶναι λέγων, ὁ νηὸν οὐδὲ βλέψας, ὁ πολλὰ χλευάσας βροτούς, ὅσοι θεοῖς ἔθυον, οὐ μοῦνον ἐσχάρης ὕπερ βωμῶν τε καὶ τραπέζης κνίσῃ, λίπει, θυλήμασιν θεῶν ἔδαισε ῥῖνας· οὐδʼ εἶπε μοῦνον, Ἤλιτον, σύγγνωτε τοῖς πρίν· ἀλλὰ καὶ γραῒ δῶκεν εὐμαρῶς τράχηλον εἰς ἐπῳδὴν καὶ σκυτίσιν βραχίονας πεπεισμένως ἔδησε· ῥάμνον τε καὶ κλάδον δάφνης ὑπὲρ θύρην ἔθηκεν, ἅπαντα μᾶλλον ἢ θανεῖν ἕτοιμος ὢν ὑπουργεῖν. μωρὸς δʼ ὃς ἤθελέν τινος μισθοῦ τὸ θεῖον εἶναι, ὡς τῶν θεῶν ὄντων ὅταν Βίων θέλῃ νομίζειν. τοιγὰρ μάτην φρονῶν, ὅτʼ ἦν ἅπας ὁ λέμφος ἄνθραξ, τὴν χεῖρα τείνας ὧδέ πως, Χαῖρʼ, εἶπε, χαῖρε, Πλουτεῦ.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
