# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 58-2

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Β, Κεφ. σ′. ΞΕΝΟΦΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/58-2

Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν ἐπιγράμματα τοῦτον ἔχοντα τὸν τρόπον· οὐ μόνον εἰς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον, ἀλλʼ ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι. παιδείης γὰρ ἑῆς Ἑλληνικὰ πράγματα δείξας, ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος. ἄλλο, ὡς ἐτελεύτα· εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται φεύγειν κατέγνων, τοῦ φίλου χάριν Κύρου· ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν οὕτως ἀρέσκῃ· κεῖθι καὶ μένειν ἔγνως.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
