# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 60-5

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Ε, Κεφ. γ′. ΣΤΡΑΤΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/60-5

Περὶ τοῦ ὅρου. Περὶ τοῦ μᾶλλον καὶ ἧττον. Περὶ ἀδίκου. Περὶ τοῦ προτέρου καὶ ὑστέρον Περὶ τοῦ προτέρου γένους. Περὶ τοῦ ἰδίου. Περὶ τοῦ μέλλοντος. Εὑρημάτων ἔλεγχοι δύο. Ὑπομνήματα, ἃ διστάζεται. Ἐπιστολαὶ ὧν ἡ ἀρχή· Στράτων Ἀρσινόῃ εὖ πράττειν. Τοῦτόν φασιν οὕτω γενέσθαι λεπτὸν ὡς ἀναισθήτως τελευτῆσαι. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον· λεπτὸς ἀνὴρ δέμας ἦν, εἴ μοι προσέχεις, ἀπὸ χρισμῶν· Στράτωνα τοῦτόν φημί σοι Λάμψακος ὅν ποτʼ ἔφυσεν· ἀεὶ δὲ νόσοισι παλαίων θνήσκει λαθών, οὐδʼ ᾔσθετο.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
