# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 61-5

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Ε, Κεφ. γ′. ΣΤΡΑΤΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/61-5

Γεγόνασι δὲ Στράτωνες ὀκτώ· πρῶτος Ἰσοκράτους ἀκροατής· δεύτερος αὐτὸς οὗτος· τρίτος ἰατρός, μαθητὴς Ἐρασιστράτου, ὡς δέ τινες, τρόφιμος· τέταρτος ἱστορικός, Φιλίππου καὶ Περσέως τῶν Ῥωμαίοις πολεμησάντων γεγραφὼς πράξεις· * * ἕκτος ποιητὴς ἐπιγραμμάτων· ἕβδομος ἰατρὸς ἀρχαῖος, ὡς Ἀριστοτέλης φησίν· ὄγδοος περιπατητικός, βεβιωκὼς ἐν Ἀλεξανδρείᾳ. Τοῦ δʼ οὖν φυσικοῦ φέρονται καὶ διαθῆκαι τοῦτον ἔχουσαι τὸν τρόπον· “Τάδε διατίθεμαι, ἐάν τι πάσχω· τὰ μὲν οἴκοι καταλείπω πάντα Λαμπυρίωνι καὶ Ἀρκεσιλάῳ. ἀπὸ δὲ τοῦ Ἀθήνησιν ὑπάρχοντός μοι ἀργυρίου πρῶτον μὲν οἱ ἐπιμεληταὶ τὰ περὶ τὴν ἐκφορὰν ἐπιμεληθήτωσαν καὶ ὅσα νομίζεται μετὰ τὴν ἐκφοράν, μηδὲν μήτε περίεργον ποιοῦντες μήτʼ ἀνελεύθερον.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
