# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 61-6

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. β′. ΔΙΟΓΕΝΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/61-6

Ἀπὸ συκῆς ὠπώριζε· τοῦ δὲ φυλάττοντος εἰπόντος, αὐτόθεν πρῴην ἄνθρωπος ἀπήγξατο, ἐγὼ οὖν, φησίν, αὐτὴν καθαρῶ. ἰδὼν Ὀλυμπιονίκην εἰς ἑταίραν πυκνότερον ἀτενίζοντα, ἴδε, ἔφη, κριὸν Ἀρειμάνιον ὡς ὑπὸ τοῦ τυχόντος κορασίου τραχηλίζεται. τὰς εὐπρεπεῖς ἑταίρας ἔλεγε θανασίμῳ μελικράτῳ παραπλησίας εἶναι. ἀριστῶντι αὐτῷ ἐν ἀγορᾷ οἱ περιεστῶτες συνεχὲς ἔλεγον, κύον· ὁ δέ, ὑμεῖς, εἶπεν, ἐστὲ κύνες, οἵ με ἀριστῶντα περιεστήκατε. δύο μαλακῶν περικρυπτομένων αὐτὸν ἔφη, μὴ εὐλαβεῖσθε· κύων τευτλία οὐ τρώγει. περὶ παιδὸς πεπορνευκότος ἐρωτηθεὶς πόθεν εἴη, Τεγεάτης, ἔφη.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
