# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 62-8

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, η, Κεφ. β′. ΕΜΠΕΔΟΚΛΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/62-8

ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος ναίετʼ ἀνʼ ἄκρα πόλεος, ἀγαθῶν μελεδήμονες ἔργων, χαίρετʼ· ἐγὼ δʼ ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικα, ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις· τοῖσιν ἅμʼ 〈εὖτʼ〉 ἂν ἵκωμαι ἐς ἄστεα τηλεθάοντα, ἀνδράσιν ἠδὲ γυναιξί, σεβίζομαι· οἱ δʼ ἅμʼ ἕπονται μυρίοι, ἐξερέοντες ὅπῃ πρὸς κέρδος ἀταρπός· οἱ μὲν μαντοσυνέων κεχρημένοι, οἱ δʼ ἐπὶ νούσων παντοίων ἐπύθοντο κλύειν εὐηκέα βάξιν.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
