# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 7-3

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Γ, ΠΛΑΤΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/7-3

ἀλλὰ καθʼ Ὅμηρον φάναι 〈περὶ〉 πάντων ἀνθρώπων Αἰγυπτίους ἰατροὺς εἶναι. διέγνω δὴ ὁ Πλάτων καὶ τοῖς Μάγοις συμμῖξαι· διὰ δὲ τοὺς τῆς Ἀσίας πολέμους ἀπέστη. ἐπανελθὼν δὲ εἰς Ἀθήνας διέτριβεν ἐν Ἀκαδημείᾳ. τὸ δʼ ἐστὶ γυμνάσιον προάστειον ἀλσῶδες ἀπό τινος ἥρωος ὀνομασθὲν Ἑκαδήμου, καθὰ καὶ Εὔπολις ἐν Ἀστρατεύτοις φησίν· ἐν εὐσκίοις δρόμοισιν Ἑκαδήμου θεοῦ. ἀλλὰ καὶ ὁ Τίμων εἰς τὸν Πλάτωνα λέγων φησί· τῶν πάντων δʼ ἡγεῖτο πλατίστακος, ἀλλʼ ἀγορητὴς ἡδυεπής, τέττιξιν ἰσογράφος, οἵ θʼ Ἑκαδήμου δένδρῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱᾶσιν.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
