# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 78-3

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Γ, ΠΛΑΤΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/78-3

Περὶ δὲ ἀγαθῶν ἢ κακῶν τοιαῦτα ἔλεγε. τέλος μὲν εἶναι τὴν ἐξομοίωσιν τῷ θεῷ. τὴν δʼ ἀρετὴν αὐτάρκη μὲν εἶναι πρὸς εὐδαιμονίαν. ὀργάνων δὲ προσδεῖσθαι τῶν περὶ σῶμα πλεονεκτημάτων, ἰσχύος, ὑγιείας, εὐαισθησίας, τῶν ὁμοίων· καὶ τῶν ἐκτός, οἷον πλούτου καὶ εὐγενείας καὶ δόξης. οὐδὲν δὲ ἧττον εὐδαίμονα ἔσεσθαι τὸν σοφόν, κἂν ταῦτα μὴ παρῇ. πολιτεύσεσθαι αὖ καὶ γαμήσειν καὶ τοὺς κειμένους νόμους οὐ παραβήσεσθαι· ἐκ δὲ τῶν ἐνδεχομένων καὶ νομοθετήσειν τῇ ἑαυτοῦ πατρίδι, ἐὰν μὴ τέλεον εὐπαραίτητα ὁρᾷ τὰ πράγματα ἐν ὑπερβαλλούσῃ διαφθορᾷ δήμου.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
