# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 82-2

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Β, Κεφ. η′. ΑΡΙΣΤΙΠΠΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/82-2

Ἤιτει Διονύσιον ἀργύριον, καὶ ὅς, ἀλλὰ μὴν ἔφης οὐκ ἀπορήσειν τὸν σοφόν· ὁ δʼ ὑπολαβών, δός, εἶπε, καὶ περὶ τούτου ζητῶμεν. δόντος δέ, ὁρᾷς, ἔφη, ὅτι οὐκ ἠπόρηκα; εἰπόντος πρὸς αὐτὸν Διονυσίου· ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται, κείνου 〉στὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ· ὑπολαβών, οὐκ ἔστι δοῦλος, ἂν ἐλεύθερος μόλῃ. τοῦτο Διοκλῆς φησιν ἐν τῷ Περὶ βίων φιλοσόφων· ἄλλοι γὰρ εἰς Πλάτωνα ἀναφέρουσιν. ὀργισθεὶς πρὸς Αἰσχίνην μετʼ οὐ πολύ, οὐ διαλλαχθησόμεθα, οὐ παυσόμεθα, εἶπε, ληροῦντες, ἀλλʼ ἀναμενεῖς ἕως ἂν ἐπὶ τῆς κύλικος ἡμᾶς διαλλάξῃ τις; καὶ ὅς, ἄσμενος, ἔφη·

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
