# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 85

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΠΡΩΤΟΝ, Κεφ. ε′. ΒΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/85

καὶ αὐτὸν μεγαλοπρεπῶς ἔθαψεν ἡ πόλις, καὶ ἐπέγραψαν· κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει ἥδε Βίαντα πέτρη, κόσμον Ἴωσι μέγαν. ἀλλὰ καὶ ἡμεῖς· τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς εἰς Ἀΐδην, πολιῷ γήραϊ νιφόμενον. εἶπε γάρ, εἶπε δίκην ἑτάρου τινός· εἶτʼ ἀποκλινθεὶς παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον. Ἐποίησε δὲ περὶ Ἰωνίας, τίνα μάλιστα ἂν τρόπον εὐδαιμονοίη, εἰς ἔπη δισχίλια. τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμησε τάδε· ἀστοῖσιν ἄρεσκε πᾶσιν. ἐν πόλει* αἴκε μένῃς· πλείσταν γὰρ ἔχει χάριν· αὐθάδης δὲ τρόπος πολλάκι βλαβερὰν ἐξέλαμψεν ἄταν.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
