# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 86-4

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Ε, Κεφ. σ′. ΗΡΑΚΛΕΙΔΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/86-4

Ἡρακλείδης Εὐθύφρονος Ἡρακλεώτης τοῦ Πόντου, ἀνὴρ πλούσιος. Ἀθήνησι δὲ παρέβαλε πρῶτον μὲν Σπευσίππῳ· ἀλλὰ καὶ τῶν Πυθαγορείων διήκουσε καὶ τὰ Πλάτωνος ἐζηλώκει· καὶ ὕστερον ἤκουσεν Ἀριστοτέλους, ὥς φησι Σωτίων ἐν Διαδοχαῖς. οὗτος ἐσθῆτί τε μαλακῇ ἐχρῆτο καὶ ὑπέρογκος ἦν τὸ σῶμα, ὥστʼ αὐτὸν ὑπὸ τῶν Ἀττικῶν μὴ Ποντικὸν ἀλλὰ Πομπικὸν καλεῖσθαι. πρᾷός τʼ ἦν τὸ βλέμμα καὶ σεμνός. φέρεται δʼ αὐτοῦ συγγράμματα κάλλιστά τε καὶ ἄριστα· διάλογοι, ὧν ἠθικὰ μὲν Περὶ δικαιοσύνης γ′. Ἓν δὲ περὶ σωφροσύνης Περί τʼ εὐσεβείας ε′ καὶ Περὶ ἀνδρείας α′. Κοινῶς τε περὶ ἀρετῆς α′ καὶ ἄλλο. Περὶ εὐδαιμονίας α′.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
