# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 86-5

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. ε′. ΚΡΑΤΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/86-5

Ἔστι καὶ ἐφημερὶς ἡ θρυλουμένη οὕτως ἔχουσα· τίθει μαγείρῳ μνᾶς δέκʼ, ἰατρῷ δραχμήν, κόλακι τάλαντα πέντε, συμβούλῳ καπνόν, πόρνῃ τάλαντον, φιλοσόφῳ τριώβολον. Ἐκαλεῖτο δὲ καὶ Θυρεπανοίκτης διὰ τὸ εἰς πᾶσαν εἰσιέναι οἰκίαν καὶ νουθετεῖν· ἔστιν αὐτοῦ καὶ τόδε· ταῦτʼ ἔχω ὅσσʼ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν σέμνʼ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν. καὶ ὅτι ἐκ φιλοσοφίας αὐτῷ περιγένοιτο θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν. φέρεται δʼ αὐτοῦ κἀκεῖνο· ἔρωτα παύει λιμός, εἰ δὲ μή, χρόνος· ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
