# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 91-7

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, η, Κεφ. η′. ΕΥΔΟΞΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/91-7

Ἔστι δὲ καὶ ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον· ἐν Μέμφει λόγος ἐστὶν προμαθεῖν τὴν ἰδίην Εὔδοξόν ποτε μοῖραν παρὰ τοῦ καλλικέρω ταύρου. κοὐδὲν ἔλεξεν· βοῒ γὰρ πόθεν λόγος; φύσις οὐκ ἔδωκε μόσχῳ λάλον Ἄπιδι στόμα. παρὰ δʼ αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στολήν, προφανῶς τοῦτο διδάσκων, Ἀποδύσῃ βιοτὴν ὅσον οὔπω. διὸ καί οἱ ταχέως ἦλθε μόρος, δεκάκις πέντʼ ἐπὶ τρισσαῖς ἐσιδόντι Πλειάδας. Τοῦτον ἀντὶ Εὐδόξου Ἔνδοξον ἐκάλουν διὰ τὴν λαμπρότητα τῆς φήμης. Ἐπειδὴ δὲ περὶ τῶν ἐλλογίμων Πυθαγορικῶν διεληλύθαμεν, νῦν ἤδη περὶ τῶν σποράδην, ὥς φασι, διαλεχθῶμεν· λεκτέον δὲ πρῶτον περὶ Ἡρακλείτου.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
