# Epistulae 6-2

Diogenes Sinopensis Epistulae, Epistulae, λς′. Τιμομάχῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-sinopensis-epistulae/epistulae/6-2

(6) τί δέ ἔφην, ἀλλὰ ταῦτα ἔδρα ἡ πενία παρ’ ὑμῖν οὐκ οὖσα οὐκ ἦν ἀρετή ἀλλὰ σφοδρότερα κακὰ ἀπελαύνουσα ὑμῶν ; ποῖα ἄττα ; εἶπεν. φθόνους, μίση, συκοφαντίας, τοιχωρυχίας, ἀπευψίας, στρόφους, ἄλλα χαλεπὰ νοσήματα. πενίαν ἄρα ἐπιγράφετε οἰκεῖν παρ’ ὑμῖν, καὶ οὐ τὸν Ἡρακλέα. καὶ γὰρ ἃ μὲν δύναται ὁ Ἡρακλ\ῆς ἀναιρεῖν οὐ φοβεῖσθε, ὕδρας, ταύρους, λέοντας, κερβέρους, ἔνια δὲ καὶ αὐτοὶ θηρᾶσθε· ἃ δὲ πενία απελαύνει, ταῦτα δεινά· πενίαν μὲν ὀλίγα δαπανῶντες θρέψετε φύλακα αὑτῶν, τὸν δὲ Ἡρακλέα πολλά. ἀλλὰ δύσφημόν ἐστι πενία εἶπεν, ὁ δὲ Ἡρακλῆς εὔφημον. σοί ἔφην εἰ πενία ἐστὶ δύσφημον, Αὐγείᾳ δὲ καὶ Διομήδει τῷ Θρᾳκὶ καὶ ἄλλοις ὁ Ἡρακλῆς. οὐ πείθεις με εἶπεν, ὦ Διόγενες, πενίαν ἐπιγράψαι, ὥσθ’ ἕτερόν τι σκέπτου , ἵνα σοι πεισθῶ τὸν Ἡρακλέα ἐξαλεῖψαι. ἔσκεμμαι ἔφην. ἄκουε λόγον εἶπον, Δικαιοσύνη ἐνθάδε κατοικεῖ, μηδὲν εἰσίτω κακόν. ἐνταῦθα μέν ἔφη πείθομαί σοι, καὶ τὸν Ἡρακλέα οὐκ ἐξαλείψω, συνεπιγράψω δὲ τὴν δικαιοσύνην. ὀρθῶς ἔφην. τοῦτο ποίει καὶ ἐπιγράψας κάθευδε ἀναπεσὼν ὥσπερ Ὀδυσσεὺς μηκέτι μηδὲν φοβούμενος. ποιήσω εἶπε, σοὶ δὲ χάριν τούτου γνώσομαι νῦν τε καὶ εἰσαεί, Διόγενες, ἀσφαλισαμένῳ ἀπὸ τῶν φαύλων ἡμᾶς. ταῦτ’ ἐν Κυζίκῳ, φίλε Τιμόμαχε, ηὐθύνθη ἡμῖν.

---

Diogenes Sinopensis Epistulae, Epistulae, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1325.tlg001.local001/.
