# Fragmenta 408.29-410.4

Diogenes Sinopensis, Fragmenta, 408.29 to 410.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-sinopensis/fragmenta/408.29
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/diogenes-sinopensis/fragmenta/408.29

14 Διογένης ἔλεγε τοὺς ἀνθρώπους τὰ μὲν πρὸς τὸ ζῆν πορίζεσθαι, τὰ δὲ πρὸς τὸ εὖ ζῆν οὐ πορίζε-σθαι. Διογένης ἔλεγε διαπαλαιόντας μὲν πολλοὺς ὁρᾶν καὶ διατρέγοντας, διακαλοκαγαθιζομένους δὲ οὔ. 16 Δεινὸν ἔλεγεν ὁ Διογένης, εἰ οἱ μὲν ἀθληταὶ καὶ οἱ κιθαρῳδοὶ γαστρὸς καὶ ἡδονῶν κρατοῦσιν, οἱ μὲν τῆς φωνῆς χάριν, οἱ δὲ τοῦ σώματος· σωφροσύνης δ' ἕνεκα οὐδεὶς τούτων καταφρονήσει. 17 Διογένης τοὺς πολλοὺς ἔφασκε ζῶντας μὲν ἑαυτοὺς σῆπειν λουτροῖς τέγγοντας καὶ ἀφροδισίοις τήκοντας, ἀποθνῄσκοντας δ' ἐν θυμιάσει· τὸ σῶμα καλεῦσιν ἀποτίθεσθαι, τοὺς δ' ἐν μέλιτι, ὑπὲρ τοῦ μὴ ταχέως κατασσηπῆναι. 18 Διογένης ἔλεγε τῶν οἴκων, ἔνθα πλεῖστη τροφή, πολλοὺς μῦς εἶναι καὶ γαλῆς· καὶ δὴ σώματα τὰ πολλὴν τροφὴν δεχόμενα καὶ νόσους πολλάς ἐφείλεσθαι. 19 Διογένης πρὸς τινὰ νέον περιττῶς καλλωπιζόμενον· Εἰ μὲν πρὸς ἀνδρας, ἀτυχεῖς, εἶπεν, εἰ δὲ πρὸς γυναῖκας, ἀδικοεῖς. 20 Διογένης κατέγελᾶ τῶν τὰ μὲν ταμεία κατασημαινομένων μοχλοῖς καὶ κλεῖσι καὶ σημάντροις, τὸ δὲ σῶμα τὸ αὐτῶν πολλαῖς θύρησι καὶ θύραις ἀνοιγόντων διὰ τε στόματος καὶ αἰδίων καὶ ὀτῶν καὶ ὀφθαλμῶν. 21 Διογένης παρὰ μὲν τῶν θεῶν, φησίν, ὑγίειαν εὑγνοίαν· πάντα δὲ οἱ πλεῖστοι τάναντία τῇ ὑγιεινῇ πράττουσιν. 22 Διογένης οὐδὲν εὐδυνώτερον εἶναι μοιχοῦ διωρίζετο τὴν ψυχὴν τῶν δραχμῶς ὀνίων προειμένου. 23 Διογένης ἐσθίειν ἔλεγε τοὺς ἀνθρώπους τοῦ ἡδεσθαι ἕνεκα, ἀποπαύεσθαι δὲ αὐτοῦ τούτου χάριν μὴ ἐθελειν. 24 Ὁ Διογένης καθαρὸν λαβὼν ἄρτον, ἐξέβαλε τῆς πύρας τὸν αὐτόπυρον, εἰπών· Ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο. 25 Ὁρῶν Μεγαρέας ὁ Διογένης τὰ μακρὰ τεῖχη ἰστάντας· Ὦ μογθηροί, εἶπε, μὴ τοῦ μεγέθους προνοεῖτε τῶν τειχῶν, ἀλλὰ τῶν ἐπ' αὐτῶν στήσομένων. 26 Διογένης οὐδένα καλὸν ἔφησεν εἶναι πόνον, οὐ μὴ τέλος εἴη εὐψυχία καὶ τόνος ψυχῆς, ἀλλ’ οὐχὶ σώματος. 27 Διογένης ὁμοίον τοὺς φιλαργύρους τοῖς ὑδρωπικοῖς· ἐκείνους μὲν γὰρ πλήρεις ὄντας ἀργυρίου ἐπιθυμεῖν πλείονος, τούτους δὲ ὑδάτος, ἀμφοτέρους δὲ πρὸς κακοῦ. Ἐπιτείνεισθαι γὰρ μᾶλλον τὰ πάθη, ὅσω

---

Diogenes Sinopensis, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001119.
