# Fragmenta 410.7-411.3

Diogenes Sinopensis, Fragmenta, 410.7 to 411.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-sinopensis/fragmenta/410.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/diogenes-sinopensis/fragmenta/410.7

τὰ ἐπιθυμούμενα πορίζεται. 28 Διογένης δ κῶν θεασάμενος τινὰ πλουσίας γραφίας προσποιούμενον ἔρα, ἔφη· Ταύτη οὖ τὸν ὀρθολμόν, ἀλλὰ τὸν ὀδόντα ἐπιθέελλχε. 29 Διογένης τοὺς μεγάλα καὶ ἀθρόα λαμβάνοντας μεγαλοπώγους ἐκάλεῖ. 30 Διογένης ἐρωτηθείς, ποῖα εἴη θηρία χαλεπώτερα, εἶπεν· Ἐν μὲν τοῖς ὄρεσιν ἄρκτοι καὶ λέοντες, ἐν δὲ ταῖς πόλεσι τελῶναι καὶ συκοφάνται. μὲν ἀγρίων συκοφάντης, τῶν δ’ ἡμέρων χολαῖ.) 31 Διογένης δ Κυνικὸς φιλόσοφος ἐρωτηθείς ὑπὸ τινος, διὰ τί τὸ χρυσίον χλωρὸν ἐστιν, ἔφη· Ὅτι πολλοὺς ἐπιβούλους ἔχει. 32 Τὴν ἐπιτίμησιν δ Διογένης ἀλλότριον ἀγαθὸν ἔλεγεν εἶναι. 33 Ὁ Διογένης ἔλεγεν, ὅτι οἱ μὲν ἄλλοι κύνες τοὺς ἔχθροὺς δάκνουσιν· ἐγὼ δὲ τοὺς φίλους, ἵνα σώσω. 34 Διογένης ἤρετο Πλάτωνα, εἰ Νόμους γράφει· δ δὲ ἔφη· « Τί δαί; Πολιτείαν ἔγραψας; Πάνυ μὲν οὖν. Τί οὖν, ἡ πολιτεία νόμους οὐκ εἶχεν; Εἶχεν. Τί οὖν ἔδει σε πάλιν Νόμους γράφειν; » 35 Εἰ μὲν οὖν ὀρθῶς ἐπὶ Πλάτωνος εἶπε Διογένης· Τί δὲ ὄρελος ἡμῖν ἀνδρός, δὲ πολὺν ἤδη χρόνον φιλοσοφῶν οὐδένα λελύπηκεν; ἕτεροι κρίνουσιν. Ἴσως γὰρ ἐνόμιζεν, ὡς δεῖ τὸν λόγον τοῦ φιλοσόφου τὸ γλυκὺ δῆκτικὸν ἔχειν τῶν ἡλωμένων. 36 Νεκρὸν ἰατρεύειν, καὶ γέροντα νουθετεῖν, ταύτὸν ἐστι. 37 Λοιδορούμενος ὑπὸ τινὸς φαλακροῦ, ἔφη· Σὲ μὲν οὐχ ὑβρίζω, τὰς δὲ τριχὰς σου ἐπαινῶ, ὅτι κακὸν ἐξέφυγον κρανίων. 38 Προδότου τινὸς κακοῦς αὐτὸν λέγοντος, ἔφη· Χαίρω ἐχθρὸς σου γεγόνεως· σὺ γὰρ οὐ τοὺς ἐχθρούς, ἀλλὰ τοὺς φίλους κακοὺς ποιεῖς. 39 Διογένης πρὸς τὸν λοιδορούμενον αὐτόν· Ἄλλ’ οὔτε έμοι, ἔφη, πιστεύει τις εὐφημοῦντί σέ, οὐτε σοι ἐμέ βλασφημοῦντι. 40 Διογένης ἄσωτον ἤτει μνᾶν· τοῦ δὲ εἰπόντος, δια τί τοὺς ἄλλους τριώβολα, ἐμέ δὲ μνᾶν αἰτεῖς; ἔφη· Παρὰ μὲν τῶν ἄλλων ἐλπίζω πάλιν λαβεῖν, παρὰ δὲ σοῦ οὐκέτι. 41 Ἀλέξανδρος ὁ βασιλεὺς πληρώσας ποτὲ ὀστέων πίνακα, ἔπεμψε Διογένει τῷ Κυνικῷ φιλοσόφῳ. Ὁ δὲ λαβὼν εἶπεν· Κυνικὸν μὲν τὸ βρῶμα, οὐ βασιλικὸν δὲ τὸ δῶρον.

---

Diogenes Sinopensis, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001119.
