# Fragmenta 411.4-412.2

Diogenes Sinopensis, Fragmenta, 411.4 to 412.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-sinopensis/fragmenta/411.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/diogenes-sinopensis/fragmenta/411.4

42 Ὁ αὐτὸς εἶπεν, τῆς αὐτῆς ἀμαρτίας εἶναι τὸ διδόναι οἷς μὴ δεῖ, καὶ τὸ μὴ διδόναι οἷς δεῖ. 43 Διογένης ἐρωτηθεὶς ὑπὸ τινος, διὰ τίνα αἰτίαν οἱ ἄνθρωποι τοῖς μὲν προσαυτοῖσι διδόασιν, τοῖς δὲ φιλοσοφοῦσιν οὐδαμῶς, εἶπεν· Ὅτι χυλοὶ μὲν καὶ τυφλοὶ ἴσως ἐλπίζουσι γενέσθαι, φιλόσοφοι δὲ οὔ. 44 Διογένης ἐν συμποσίῳ τινί, πολλοῦ αὐτῷ οἴνου δεδομένου, τοῦτο ἐξέχεεν. Ἐπεὶ δὲ τινες αὐτὸν ἐμμέφοντο· Ἐὰν γὰρ αὐτόν, ἔφη, ἐκπίω, οὐ μόνον αὐτὸς ἀπόλλυται, ἀλλὰ κἀγὼ προσἀπόλλυσι. 45 Διογένης ἔφη, τῶν ἀνθρώπων ἐνίοις τὰ δεόντα λέγοντας ἑαυτῶν οὐκ ἀκοῦειν, ὥσπερ καὶ τὰς λύρας καλῶν φθεγγομένας οὐκ αἰσθάνεσθαι. 46 Σωκράτης ἐρωτηθεὶς τίνες ἀπαράχως ζῶσιν, εἶπεν· Οἱ μηδὲν ἑαυτοῖς ἀτοπον συνειδότες. 47 Τίς γὰρ ἂν ἤττον φοβοῖτο πᾶ ἡ θαρσούη μάλιστα, ἢ ὅστις αὐτῷ μηδὲν συνειδείη κακόν; 48 Ὁ Διογένης ἔλεγε, τὴν Μήδειαν σοφήν, ἀλλ’ οὐ φαρμακίδα γενέσθαι. Λαμβάνουσαν γὰρ μαλακοὺς ἀνθρώπους καὶ τὰ σώματα διεφθαρμένους ὑπὸ τρυφῆς, ἐν τοῖς γυμνασίοις καὶ τοῖς πυριατηρίοις διαπονέειν καὶ ἰσχυροὺς ποιεῖν καὶ σφριγῶντας· ὅθεν περὶ αὐτῆς ῥυῆναι τὴν διόξαν, ὅτι τὰ κρέα ἔβουσα νέους ἐποίει. 49 Διογένης πρὸς τὸν φιλόσοφον εἶναι φήσαντα, ἐρωτῶντα δὲ ἐριστικῶς· Κακῶδαμον, ἔφη, τὸ βέλτιστον τῶν ἐν τῷ βίῳ τοῦ φιλοσόφου λυμαινόμενος τῷ λόγῳ φιλοσοφεῖν σφές. 50 Τῶν συνόντων τις μειρακίσκων Διογένει, ἐρωτῶμενος ὑπ’ αὐτοῦ, ἐσιώπα. Ὁ δὲ ἔφη· Οὐκ οἶα τοῦ αὐτοῦ εἶναι εἰδέναι τε ἀ λεκτέον, καὶ πότε, καὶ τίνα σωπητέον καὶ πρὸς τίνα; 51. Διογένης ἥτησέ ποτε Πλάτωνα τῶν ἐκ τοῦ κήπου ἰσχάδων τρεῖς· ὡς δ' ἐκεῖνος μέδιμον ἀπέστειλεν, Οὕτως, ἔφη, καὶ ἀποκρίνει ἐν ἐρωτηθείς μυρία.

---

Diogenes Sinopensis, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001119.
