# Fragmenta 422.10-424.1

Diogenes Sinopensis, Fragmenta, 422.10 to 424.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-sinopensis/fragmenta/422.10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/diogenes-sinopensis/fragmenta/422.10

153. Πρὸς τὸ ῥυπαρὸν βαλανεῖον, Οἱ ἐνὸδαδε, ἔφη, λουσάμενοι ποῦ λούονται; 154. Παχέος κιθαριστοῦ πρὸς πάντων μειοφουμένου, αὐτὸς μόνος ἐπῄνει. Ἐρωτηθεὶς δὲ διὰ τί; ἔφη· Ὅτι τηλικούτος ὤν κιθαρίζει καὶ οὐ ληστεύει. 155. Τὸν κιθαριστὴν ἀεὶ καταλειπόμενον ὑπὸ τῶν ἀκροατῶν ἠσπάσατο, Χαῖρε ἀλέκτωρ· τοῦ δὲ εἰπόντος, διὰ τί; Ὅτι, ἔφη, φθὼν πάντας ἐγείρεις. 156. Μειρακίῳ ἐπιδειχνυμένου πληρώσας τὸ προκόλιπον θέρμων ἀντικρὺς ἔκαπτε· τοῦ δὲ πληθοῦς εἰς αὐτὸν ἀφορῶντος, θαυμαζεῖν ἔφη, πῶς ἐκεῖνον ἀφέντες αὐτὸν ὁρῶσι. 157. Λέγοντος αὐτῷ τινὸς ἰσχυρῶς δεσιδαίμονος, Μὰ τὴν πλῆγὴ τὴν κεφαλὴν σου διαρρήξω, Ἐγὼ δὲ γε, εἶπε, πταρὼν ἐξ ἀριστερῶν τρέμειν σε ποιή-σω. 158. Ἦγησθὼ παρακαλοῦντος χρήσασθαι αὐτῷ τῶν συγγραμμάτων, Μάταιος, ἔφη, τυγχάνεις, ὦ Ἦγη-σία, ὅς ἰσχάδας μὲν γραπτὰς οὐχ αἱρῇ, ἀλλὰ τὰς ἀληθινὰς, δάσκησι δὲ περιδόν τὴν ἀληθινὴν ἐπὶ τὴν γεγραμμένην δρμᾶς. 159. Πρὸς τὸν ἀνειδίσαντα αὐτῷ τὴν φυγὴν, Ἄλλὰ τοῦτο γε ἔνεκεν, εἶπεν, ὦ κακοδαίμων, ἐφιλοσόφησα. 160. Εἰπόντος τινὸς, Σινοπίτες σου φυγὴν κατέγνω-σαν, Ἐγὼ δὲ γε, εἶπεν, ἔκείνων μονήν. 161. Ἰδὼν ποτὲ Ὀλυμπιονίκην πρόβατα νέμοντα, Ταχέως, εἶπεν, ὦ βέλτιστε, μετέβης ἀπὸ τῶν Ὀλυμ-πίων ἐπὶ τὰ Νέμεα.. 162. Ἐρωτηθείς, διὰ τί οἱ ἀθληταὶ ἀναίσθητοι εἰσιν, ἔφη, Ὅτι κρέασιν ὀσίοις καὶ βοείοις ἀνοιχοδό-μηνται. 163. Ἦλθε ποτὲ ἀνδριάντα· ἐρωτηθεὶς δὲ διὰ τί τοῦτο ποιεῖ, Μελετῶ, εἶπεν, ἀποτυγχάνειν. 164. Αἰτῶν τινα (καὶ γὰρ τοῦτο πρῶτον ἐποίησε διὰ τὴν ἀπορίαν) ἔφη· Εἰ μὲν καὶ ἄλλῳ δέδωκας, ὧς κάμοι· εἰ δὲ μηδενί, ἀπ’ ἐμοῦ ἄρξαι. 165. Ἐρωτηθείς ποτε ὑπὸ τυράννου, ποῖος εἴη ἀμεί-νων χαλκὸς εἰς ἀνδριάντα, ἔφη· Ἄφ’ οὗ Ἀρμόδιος καὶ Ἀριστογείτων ἐχάλκευθῆσαν. 166. Ἐρωτηθείς, πῶς χρήται Διονύσιος τοῖς φίλοις, ἔφη, Ὡς θυλάκοις, τοὺς μὲν πλήρεις χρημάτων, τοὺς δὲ κενούς ρίπτων. 167. Νεογάμου ἐπιγράψαντος ἐπὶ τὴν οἰκίαν, Ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς ἐνθάδε κατοικεῖ, μηδὲν εἰσίτω κακόν· ἐπέγραφε· Μετὰ τὸν πόλεμον ἡ συμμαχία. 168. Τὴν φιλαργυρίαν εἶπε μητρόπολιν πάντων τῶν κακῶν. 169. Ἄσωτον θεασάμενος ἐν πανδοκεῖον ἐλάας ἐσθίοντα ἔφη· Εἰ οὕτως ἡρίστας, οὐκ ἂν οὕτως ἐδεῖπνεῖς.

---

Diogenes Sinopensis, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001119.
