# Fragmenta 427.13-428.13

Diogenes Sinopensis, Fragmenta, 427.13 to 428.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-sinopensis/fragmenta/427.13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/diogenes-sinopensis/fragmenta/427.13

213. Τὰς εὐπρεπεῖς ἑταῖρας ἔλεγε θανασίμῳ μελιχράτῳ παραπλησίας εἶναι. 214. Ἀριστοῦντι αὐτῷ ἐν ἀγορᾷ οἱ περιστώτες συνέχες ἔλεγον, Κύων· ὁ δέ, Ὑμεῖς, εἶπεν, ἐστὲ κύνες, οἵ με ἀριστοῦντα περιεστήκατε. 215. Περὶ παιδὸς πεπορνευκότος ἐρωτηθεὶς, πόθεν εἴη, Τεγεάτης, ἔφη. 216. Ἀφύη παλαιστήν θεασάμενος ἰατρεύοντα, ἔφη, Τί τοῦτο; ἢ ἵνα τοὺς ποτέ σε νικήσαντας νῦν καταβάλῃς; 217. Θεασάμενος υἱὸν ἑταίρας λίθον εἰς ὄχλον βάλλοντα, Πρόσεχε, ἔφη, μὴ τὸν πατέρα πλήξῃς. 218. Δεῖξαντος αὐτῷ παιδαρίου μάχαιραν, ἣν εἴληφε παρὰ ἑραστοῦ, Ἡ μὲν μάχαιρα, ἔφη, καλή, ἡ δὲ λαβὴ αἰσχρά. 219. Ἐπαινούντων τινῶν τὸν ἐπιδόντα αὐτῷ, ἔφη, Ἐμὲ δ’ οὐκ ἐπαίνεῖτε τὸν ἀξίον λαβεῖν; 220. Ἀπαιτούμενος ὑπὸ τινος τρίβωνα, ἔφη, Εἰ μὲν ἐχάρισω, ἔχω· εἰ δὲ ἔχρησας, χρήζωμαι. 221. Ὑποβολιμαίου τινὸς εἰπόντος αὐτῷ, ὅτι χρυσὸν ἔχει ἐν τῷ ἱματίῳ, Ναί, ἔφη, διὰ τοῦτο αὐτὸν ὑποδεβλημένος κοιμῶμαι. 222. Ἐρωτηθείς, πόθεν εἴη, Κοσμοπολίτης, ἔφη. 223. Θυόντων τινῶν τοῖς θεοῖς ἐπὶ τῷ υἱὸν γενέσθαι ἔφη· Περὶ δὲ τοῦ, ποταπὸς ἐκείη, οὐ ὄυετε; 224. Ἐρανόων ποτε ἀπαιτούμενος πρὸς τὸν ἐρανάρχην ἔφη· Τοὺς ἄλλους ἐράνιζ’, ἀπὸ δ’ Ἑκτορος ἴσχυσο χείρας. 225. Ψηφισμαμένων Ἀθηναίων Ἀλεξανδρὸν Διόνυσον, Κάμε, ἔφη, Σάραπιν ποιήσατε. 226. Ἐν ἱερῷ δειπνῶν μεταξὺ βυπαρῶν ἀρτων παρατεθέντων, ἄρας αὐτοὺς ἐξέριφεν, εἰπών, Εἰς ἱερὸν μηδὲν δεῖν βυπαρῶν εἰσέναι. 227. Πρὸς τὸν εἰπόντα, Οὐδὲν εἰδὼς φιλοσοφεῖς, ἔφη, Εἰ καὶ προσποιούμαι σοφίαν, καὶ τοῦτο φιλοσοφεῖν ἐστι. 228. Πρὸς τὸν συνιστάντα τὸν παῖδα καὶ λέγοντα, ὡς εὐφυέστατός ἐστι καὶ τὰ ἤθη κράτιστος, Τί οὖν, εἶπεν, ἐμοὺ χρήζει;

---

Diogenes Sinopensis, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001119.
