# Fragmenta 429.1-430.3

Diogenes Sinopensis, Fragmenta, 429.1 to 430.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-sinopensis/fragmenta/429.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/diogenes-sinopensis/fragmenta/429.1

229. Ἰδὼν ποτε νεανίσχον θηλυνούμενον, Οὐχ αἰσχύνη, ἔφη, χειρόνα τῆς φύσεως περὶ σαυτοῦ βουλευόμενος; Ἡ μὲν γὰρ σε ἄνδρα ἐποίησε, σὺ δὲ σαυτὸν βιάζῃ γυναικὰ εἶναι. 230. Ἰδὼν ἄφρονα ψαλτήριον ἀρμιοζόμενον, Οὐχ αἰσχύνῃ, ἔφη, τοὺς μὲν φθόγγους τῷ ξύλῳ προσαρμόττων, τὴν δὲ ψυχὴν εἰς τὸν βίον μὴ ἀρμόττων; 231. Πρὸς τὸν εἰπόντα, Ἀνεπιτήδειός εἰμι πρὸς φιλοσοφίαν, Τί οὖν, ἔφη, ζῆς, εἰ τοῦ καλῶς ζῆν οὐ μέλει σοι; 232. Πρὸς τὸν καταφρονούντα τοῦ πατρός, Οὐχ αἰσχύνῃ, ἔφη, καταφρονεῖν τούτου, δι’ οὗ μέγα φρονεῖς; 233. Ἰδὼν εὐπρεπῆ νεανίσχον ἀπρεπῶς λαλοῦντα, Οὐχ αἰσχύνῃ, ἔφη, ἐξ ἐλεφαντίνου καλκοῦ μολυβδίνην ὀλκων μάχαιραν; 234. Ὀνειδιζόμενος, ὅτι ἐν καπηλείῳ πίνει, Καὶ ἐν κουρείῳ, φησί, κείρομαι. 235. Ὀνειδιζόμενος, ὅτι παρὰ Ἀντιπάτρου τριβών- νιον ἔλαβεν, ἔφη· Οὕτω ἀπόβλητ’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα. 236. Πρὸς τὸν λιπαροῦντα τὴν ἑταίραν, Τί θέλεις, ἔφη, τυχεῖν, ὃ ταλαίπωρε, οὐ τὸ ἀποτυχεῖν ἀμείνων ἐστι; 237. Πρὸς τὸν μυριζόμενον, Βλέπε, εἶπε, μὴ ἡ τῆς κεφαλῆς σου εὐωδία δυσωδίαν σου τῷ βίῳ παράσχῃ. 238. Τοὺς μὲν οἰκέτας ἔφη δεσπότας, τοὺς δὲ φάυλους ἐπιθυμίαις δουλεύειν. 239. Ἐρωτηθεὶς, διὰ τί ἀνδράποδα ἐκλήθη, Ὦτι, φησί, τοὺς πόδας ἀνδρῶν εἶχον, τὴν δὲ ψυχὴν ὁποίαν σὺ νῦν ὁ ἑξεταζών. 240. Ὀνειδιζόμενος, ὅτι αὐτὸς αἰτεῖ, Πλάτωνος μὴ αἰτοῦντος, Κάκεινος, εἶπεν, αἰτεῖ, ἀλλ’ Ἄγγι σχῶν κεφαλήν, ἵνα μὴ πευθοῖσθ’ οἱ ἄλλοι. 241. Ἰδὼν τοξότῃν ἀφύῃ παρὰ τὸν σκοπὸν ἐκάθισεν, εἰπών, Ὦνα μὴ πληγῶ. 242. Τοὺς ἐρώντας ἔφη πρὸς ἑδονὴν ἀτυχεῖν. 243. Ἐρωτηθεὶς εἰ κακὸς ὁ θάνατος, Πῶς, εἶπε, κακός, οὐ παρόντος οὐχ αἰσθανόμεθα; 244. Πρὸς Ἀλέξανδρον ἐπιστάντα καὶ εἰπόντα, Οὐ φοβῇ με; Τί γάρ, εἶπεν, εἰ; ἀγαθὸν ἢ κακόν; Τοῦ δὲ εἰπόντος, Ἀγαθόν· Τίς οὖν, εἶπε, τὸ ἀγαθὸν φοβεῖται; 245. Τὴν παιδείαν εἶπε τοῖς μὲν νέοις σωφροσύνην, τοῖς δὲ πρεσβυτέροις παραμυθίαν, τοῖς δὲ πένθει πλοῦτον, τοῖς δὲ πλουσίους κόσμον εἶναι. 246. Πρὸς Διδύμωνα τὸν μοιχὸν ἰατρεύοντά ποτε κόρης ὀφθαλμόν, Ὦρα, φησί, μὴ τὸν ὀφθαλμὸν τῆς παρθένου θεραπεύων τὴν κόρην φθείρῃς.

---

Diogenes Sinopensis, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001119.
