# Fragmenta 432.3

Diogenes Sinopensis, Fragmenta, 432.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-sinopensis/fragmenta/432.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/diogenes-sinopensis/fragmenta/432.3

262 Περὶ Διογένοὺς τοῦ Σινωπέως ἱστοροῦσιν ἀρχομένου φιλοσοφεῖν, ὡς Ἀθηναίοις ἤν ἑορτή, καὶ δεῖπνα πολυτελῆ, καὶ θέατρα, καὶ συνουσίας μετ’ ἀλλήλων ἔχοντες ἐγρῶντο κώμοις καὶ παννυχίσιν· ὁ δ’ ἐν τινὶ γωνίᾳ τῆς ἀγορᾶς συνεσπειραμένος ὡς καθευδῆσων ἐνεπίπτεν εἰς λογισμοὺς τρέποντας αὐτὸν οὐκ ἀτρέμα καὶ θαυμάσας, ὡς ἅπ’ αὐτῆς ἀνάγκης εἰς ἐπίπονον καὶ ἀλλόκοτον ἤκων βίον αὐτὸς ἐφ’ ἑαυτῷ κάθηται τῶν ἀγαθῶν ἀπάντων ἐστερημένος. Εἶτα μέντοι μὴν τινα προσεσπύσαντα λέγεται περὶ τὰς ψυχὰς αὐτοῦ τῆς μάχης ἀναστρέφεσθαι. Τὸν δ’ αὐθὶς ἀναφέρειν τῷ φρονήματι, καὶ λέγειν πρὸς ἑαυτὸν οἷον ἐπιπλήττοντα καὶ κακίζοντα· Τί φής, ὦ Διόγενες; τοῦτον μὲν εὐωχεῖ τὰ σὰ λείμματα καὶ τρέφει, σὺ δ’ ὁ γενναῖος, ὅτι μὴ μεθὺς ἐκεῖ κατακεῖμενος ἐν ἀπαλοῖς καὶ ἀνθινὸις στρώμασιν, ὀδύρη καὶ θρηνεῖς σεαυτόν;

---

Diogenes Sinopensis, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001119.
