# Fragmenta 434.18-435.3

Diogenes Sinopensis, Fragmenta, 434.18 to 435.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-sinopensis/fragmenta/434.18
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/diogenes-sinopensis/fragmenta/434.18

Γνῶμαις γὰρ ἀνδρῶν εὖ μὲν οἰκοῦνται πόλεις, Εἰ δ’ οἶκος, οὐ ψαλμοῖσι καὶ τερετίσμασιν. 281. Ἔφασκε θεῶν μὲν ἴδιον εἶναι μηδενὸς δεῖσθαι· τῶν δὲ θεοῖς ὁμοίων τὸ ὀλίγων χρῆσθαι. 282 Εὖ γοῦν καὶ Διογένης πρὸς τὸν θαυμάζοντα, ὅτι εὗρε τὸν ὄριν ἐν τῷ ὑπέρῳ περιελιμμένον, Μὴ θαύμαζε, ἔφη, ἢν γὰρ παραδοξότερον ἐκεῖνο, εἰ τὸ ὑπερον περὶ ὄρθῳ τῷ ὄρει κατειλημμένον ἠθέασο. 283 Κατεγέλα τῶν, ὅποτα διψῶν, τὰς μὲν κρήνας παραρχομένων, ζητούντων δέ, ὁπόθεν πάντως ὀνήσαιτο Χίον ἢ Λέσβιον, καὶ πολλ ἔφασκεν ἀφρονεστέρους εἶναι τῶν βοσκημάτων· ἐκεῖνα μὲν οὐδέποτε διψῶντα κρήνην οὐδὲ βεῦμα καθαρὸν παρελθεῖν, οὐδὲ πεινῶντα ἀπέχεσθαι τῶν ἀπαλωτάτων φύλλων καὶ πῶς τῆς ἰκανῆς τρέφειν. 284 Τοὺς πόδας οὐδέποτε ἐκάλυπεν· οὐ γὰρ ἔφη τρωφερωτέρους εἶναι τῶν ὀφθαλμῶν καὶ τοῦ προσώπου· ταῦτα γὰρ, ἀσθενέστατα πεφυκότα, μάλιστα ἀνέχεσθαι τὸ ψυχός, διὰ τὸ γυμνῶσθαι δεῖ. Μὴ γὰρ εἶναι τοῖς ἀνθρώποις δυνατὸν καταδησαμένους τὰ ὀμματα βαδίζειν, ὥσπερ τοὺς πόδας.

---

Diogenes Sinopensis, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001119.
