# Fragmenta 436.1

Diogenes Sinopensis, Fragmenta, 436.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-sinopensis/fragmenta/436.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/diogenes-sinopensis/fragmenta/436.1

χος· τὴν δὲ φιλότητα τοῦ σώματος μηδὲν ἐνοχλεῖν. Ἐπεδείκνυε δὲ τοὺς τε βατραχούς, καὶ ἄλλα οὐκ ὀλίγα ζῷα, πολὺ μὲν ἀπαλώτερα ἀνθρώπου, πολὺ δὲ φιλότωτα, καὶ ἓνια τούτων ἀνεχόμενα, οὐ τὸν ἀέρα μόνον, ἀλλὰ καὶ ἐν τῷ ψυχρωτάτῳ ὕδατι ζῆν δυνάμενα τοῦ χειμῶνος. Ἐπεδείκνυε δὲ τῶν ἀνθρώπων αὐτῶν τοὺς τε ὀφθαλμοὺς καὶ τὸ πρόσωπον οὐδὲν δεόμενον σκέπης. Καθόλου δὲ ἐν μηδενὶ τόπῳ γίγνεσθαι ζῶον, δ μὴ δύνεται ζῆν ἐν αὐτῷ· ἢ πῶς ἂν ἐσώθησαν οἱ πρῶτοι γενόμενοι ἄνθρωποι, μήτε πυρὸς ὄντος, μήτε οἰκιῶν, μήτε ἐσθῆτος, μήτε ἄλλης τροφῆς, ἢ τῆς αὐτομάτου· ἀλλὰ τὴν πανουργίαν τοῖς ὑστερον καὶ τὰ πολλά εὕρίσκειν καὶ μηχανᾶσθαι πρὸς τὸν βίον οὐ πᾶν τι συνενεγκεῖν· οὐ γὰρ πρὸς ἀνδρείαν καὶ δικαιοσύνην χρήσθαι τῇ σοφίᾳ τοὺς ἀνθρώπους, ἀλλὰ πρὸς ἡδονὴν διώκοντας δὲ τὸ ἡδὺ καὶ ἐξ ἀπαντὸς δεῖ ζῆν ἀπθεστέρον καὶ ἐπιπονώτερον· καὶ δοκοῦντας προμηθεῖσθαι σφῶν αὐτῶν, κάκιστα ἀπόλλυσθαι, διὰ τὴν πολλὴν ἐπιμελείαν τε καὶ προμηθείαν· καὶ οὕτω δὴ τὸν Προμηθέα δικαιῶς λέγεσθαι δεδεμένον τῇ πέτρᾳ κείρεσθαι τὸ ἧπαρ ὑπὸ τοῦ ἀετοῦ.

---

Diogenes Sinopensis, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001119.
