Ancient Greek · ~7 min
7.1 to 7.17
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 7.1-17
Not analysed yet
Ὄνου σκιά: ἐπὶ τῶν μηδενὶ χρησίμῳ φιλοτιμουμένων καὶ φιλονεικούντων. Ἐμισθώσατο γάρ τις τὸν ὄνον· καύματος δὲ γενομένου ὑπὸ τὴν ὄνου σκιὰν ὑπέδυ· ὁ δὲ ἐμάχετο, Ὄνον σοι, λέγων, ἐμισθωσάμην, οὐχὶ σκιάν. Οὐδ’ Ἡρακλῆς πρὸς δύο: φανερόν. Ἡ ἱστορία αὕτη· Προςπεσεῖν τῷ Ἡρακλεῖ ἐκ λόχου οἱ Μολιονίδαι, αὐτὸς φοβηθεὶς ἔφυγε. Οὐκ ἐπιγλωττήσομαι: Ἀριστοφάνης, οὐ βλασ φημήσω. Οὐ μάλα κυκᾷς: ἐπὶ τῶν μηδὲν ὄντων. Οἱ Κρῆτες τὴν θυσίαν: ἐπὶ τῶν ταρασσόντων τοὺς θύοντας καὶ περικοπτόντων. Τοιοῦτον γάρ τι συνέβη τῷ Ἀγαμέμνονι παρὰ τῶν Κρητῶν θύοντι. Ὁ Σικελὸς τὴν θάλασσαν: Σικελός τις σῦκα ἄγων ἐναυάγει· εἶθ’ ὁρῶν τὴν θάλατταν ἀγριουμένην ἐπὶ πέτρας καθήμενος, Οἶδα, φησὶν, ὃ θέλεις· σῦκα θέλεις. Ὅπου ἔλαφοι τὰ κέρατα ἀποβάλλουσι: τόποι τινὲς δύςβατοι. Ὅθεν ἐπὶ τῶν ἐργώδεις τὰς διατριβὰς ποιουμένων λέγεται. Οὔθ’ ὕεται, οὔτε ἡλιοῦται: ἐπὶ τῶν ἔξω πάσης καθεστώτων φροντίδος. Οὐκ ἔστ’ ἐμὸν τὸ πρᾶγμα, πολλὰ χαιρέτω: ἐπὶ τῶν ἀπραγμόνων. Ὄρτυξ ἔσωσεν Ἡρακλῆ τὸν καρτερόν: ἐπὶ τῶν παρ’ ὧν οὐκ ἤλπισαν σωζομένων. Ὁ παῖς τὸν κρύσταλλον: ἐπὶ τῶν μήτε κατέχειν δυναμένων, μήτε μεθεῖναι βουλομένων. Ὁ Σκύθης ἵππον: ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμένων, φανερῶς δὲ ἀποπτυόντων αὐτό. Διὸ καὶ Πίνδαρος· Ἀτιζόμενοι Σκύθαι νεκρὸν ἵππον λόγῳ, κρύφα δὲ σκολιοῖς γάνυσιν ἀναδέρουσι πόδας. Οὐδὲν ἱερὸν εἶ: ἰδὼν τὸν Ἄδωνιν τοῦτό φησιν Ἡρακλῆς. Εἴρηται οὖν ἐπὶ τῶν ἀχρήστων. Οὐδὲ τὰ τρία Στησιχόρου γινώσκεις: ἐπὶ τῶν ἀπαιδεύτων. Ὁμοία τῇ, Ἀμουσότερος Λειβη θρίων. Οὐδὲ πυρφόρος ἐλείφθη: πάσης πολεμικῆς παρατάξεως ἔδει τὸν μάντιν ἡγεῖσθαι, δάφνης ἔχοντα κλάδους καὶ στέμματα **καὶ νόμος τούτου μόνου φείδεσθαι τοὺς πολεμίους. Ἐπὶ τῶν πανωλεθρίᾳ διαφθειρομένων ἡ παροιμία τάττεται. Οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθον ἔσθ’ ὁ πλοῖς: ἡ Κόρινθος πολλὰς εἶχεν ἑταίρας, αἳ τοὺς ἀφικνουμένους ἐδασμολόγουν. Οὐδὲν ἐγγὺς ἱππικοῦ δρόμου: ἐπὶ τῶν τρυφᾶν βουλομένων.