# Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 7.18-39

Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco), 7.18 to 7.39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenianus-of-heraclea/e-cod-mazarinco/7.18

Οὐδὲν πρὸς τὸν Διόνυσον: ἐπὶ τῶν τὰ μὴ προςήκοντα φλυαρούντων. Πρῶτον γὰρ τὰ Διονύσου ᾄδοντες οἱ ποιηταὶ, ὕστερον κατεφρόνουν. Οἱ οὖν τοῦ Διονύσου ἔλεγον, Οὐδὲν πρὸς τὸν Διόνυσον. Οἵῳ μ’ ὁ δαίμων τέρατι συγκαθεῖρξεν: ἐπὶ τῶν δυςανασχετούντων. Ἐπὶ τοῦ Κύκλωπος καὶ τοῦ Ὀδυσσέως. Οὐ νυκτιπλοεῖς: ἐπὶ τῶν μὴ ἀκριβῶς ποιούντων, ὡς πελαγοδρομούντων διὰ τὰς τῶν ἀστέρων σημειώσεις. Οὐ φροντὶς Ἱπποκλείδῃ: Ἱπποκλείδης μετὰ ἄλλων ἐμνηστεύετό τινα· τοῦ δὲ Κλεισθένους εἰπόντος, Ἐξορχῇ τὸν γάμον· Οὐ φροντὶς, ἀπεκρίνατο. Εἶπε δὲ τὸ Ἐξορχῇ, ἐπειδὴ ἐκεῖνος ἐν τῷ γάμῳ ἐκυβίστα. Ὁ φαλλὸς τῷ θεῷ: ἐπὶ τῶν ἀπονεμόντων ἐνίοις τὰ εἰκότα καὶ πρόςφορα. Οἰταῖος δαίμων: ὃς ὕβριν καὶ ὑπερηφανείαν ἐμίσησεν. Οὐκ ἐπαινεθείης οὐδ’ ἐν περιδείπνῳ: ἐπὶ τῶν μηδενὸς ἀξίων· εἰώθασι γὰρ ἐν τοῖς περιδείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν. Ὁ κνὶψ ἐν χώρᾳ: ἐπὶ τῶν ταχέως μεταπιπτόν των. Κνὶψ γάρ ἐστι θηρίον ξυλοφάγον. Οἶδα Σίμωνα, καὶ Σίμων ἐμέ: δύο ἐγένοντο ἡγεμόνες, Νίκων καὶ Σίμων. Ὑπερίσχυσε δὲ ὁ Σίμων κακοτροπώτατος ὢν, ὥστε καὶ τὴν ἐπὶ Νίκωνα φήμην ἀπαλεῖψαι. Λεχθείη δ’ ἂν ἡ παροιμία ἐπὶ τῶν ἀλλήλους ἐπὶ κακίᾳ γινωσκόντων. Ὁ ἄπληστος πίθος: οὗτος λέγεται ἐν Ἅιδου εἶναι. Οἶνος καὶ ἀλήθεια: Εὔανδρος παρὰ τοῖς Πέρσαις φησὶν οὐ βασάνοις ἐξετάζεσθαι, ἀλλὰ μεθυσκομένους. Οἴκοθεν ὁ μάρτυς: ἐπὶ τῶν καθ’ ἑαυτῶν μάρτύρας φερόντων. Ὄνῳ τις ἔλεγε μῦθον, ὁ δὲ τὰ ὦτα ἐκίνει: εἰς ἀναισθησίαν τινῶν. Ὁ Κρὴς τὸν Κρῆτα: ἐπὶ τῶν ὁμοιοτρόπων. Ὄνος ἐν μελίσσαις ἐπὶ τῶν ἐν κακοῖς περιπεσόντων. Ὄνος λύρας ἀκούων: ἐπὶ τῶν ἀπαιδεύτων. Ὃς αὑτὸν οὐκ ἔχει, Σάμον θέλει: ** Ἀθηναίων ἀξιούντων, ὅτε παρέδωκαν τὸ ἄστυ αὐτῶν, Σάμον ἐν αὐτοῖς ἐᾶσαι, εἶπον τοῦτο. Οἴκοι μένειν δεῖ τὸν καλῶς εὐδαίμονα: Οἱ φῶρες τὴν βοήν: ἤτοι δεδοίκασιν. Ὁμοιότερος σύκου: τοῦτο παραπαίζει διὰ τὴν ἐμφέρειαν τῶν συκῶν. Οὐδὲν πέπονθας δεινὸν, ἂν μὴ προςποιῇ: Οὐκ ἔστι διθύραμβος, ἂν ὕδωρ πίῃ: ὁ γὰρ θεὸς εὑρετὴς οἴνου, ᾧ τινι ἑορτάζουσιν.

---

Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco), ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0097.tlg001.local001/.
