# Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 7.74-95

Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco), 7.74 to 7.95. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenianus-of-heraclea/e-cod-mazarinco/7.74

Ποταμὸς θαλάττῃ ἐρίζει: ἐπὶ τοῦ ἀδυνάτου. Πόλεμος δὲ Κόνωνι μελήσει: ἐπὶ τῶν περὶ τῶν ἀλλοτρίων φροντιζόντων. Πουλύποδος κεφαλῇ ἔνι μὲν κακὸν, ἐν δὲ καὶ ἐσθλόν: ἐπὶ τῶν συμμίκτων ὄντων καὶ μετεχόντων κακότητος ἢ ἀγαθότητος. Τοῦ γὰρ πολύποδος ἡ κεφαλὴ ζῶσα μὲν δάκνει τοὺς προςιόντας, θανοῦσα δέ ἐστιν ἐδώδιμος. Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται: ἐπὶ τῶν δυςαλώτων καὶ δυςκατεργάστων. Πόῤῥω Διός τε καὶ κεραυνοῦ: παραινετικὴ ὅτι δεῖ φεύγειν τοὺς τυράννους ὡς ἀπὸ κεραυνοῦ. Πολλά κεν εἰδείης, οἷς τὸν θεὸν ἐξαπατήσεις: πρὸς τοὺς οἰομένους τὸ θεῖον κατασοφίζεσθαι. Πολλαὶ κυνὸς ἄρσενος εὐναί: ἐπὶ τῶν κατωφερῶν πρὸς συνουσίαν. Πολλὰ κενὰ τοῦ πολέμου: ἤτοι διὰ τὸ πολλὰ καθ’ ὑπόνοιαν φέρειν· ἢ ὅτι Λακεδαιμόνιοι κεναῖς σφενδόναις καὶ νευραῖς ἐψόφουν πρὸς ἔκπληξιν τῶν πολεμίων. Πολλάκι τοι καὶ μωρὸς ἀνὴρ κατακαίριον εἶπε: δήλη ἡ παροιμία. Πῦρ. ἐπὶ δαλὸν ἐλθόν: ἐπὶ τῶν ταχέως γινο μένων. Ἀπὸ τοῦ Κύκλωπος ἡ μεταφορά. Πῦρ ὑπ’ ἀκάνθαις: ** Ἑλίξας δὲ † μὲν κεῖται: ἐπὶ τῶν πα νουργοτέρων. Πρὸς κέντρα λακτίξεις: δήλη ἡ παροιμία. Πέμπε εἰς ἔσχατον τὴν ἐπιστήμην: Πολλοί τοι ναρθηκοφόροι, παῦροι δὲ τε Βάκχοι: ἐπὶ τῶν προςποιητῶς τι πραττόντων. Ὁμοία τῇ, Πολλοὶ βουκένται, παῦροι δέ τε γῆς ἀροτῆρες. Προφάσεως δεῖται μόνον ἡ πονηρία: Παρθένος τὰ πατρώα: ἐπὶ τῶν καταχαριζομένων τὰ πατρῶα εἴῳθε λέγεσθαι. Πρὸ τούτου σε ᾤμην κέρατα ἔχειν: ἐπὶ τῶν ἀνδρείας ὑπόληψν ἐχόντων. Πάρες τὸν μάντιν: ἔθος ἦν πρὸ τῆς φάλαγγος ὁδεύειν τὸν μάντιν ἐστεμμένον. Παρεγγυᾷ οὖν τούτου φείδεσθαι. Πεινῶσαν ἀλώπεκα ὕπνος ἐπέρχεται: ἐπὶ τῶν πενήτων τῶν δι’ ἀπορίαν τροφῆς ὑπνούντων. Ἀλώπεκα δὲ εἶπε, παρόσον οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσιν. Πολλῶν ἐγὼ θρίων ἀκήκοα ψόφους: ἐπὶ τῶν ἐκφοβούντων οὐ δεόντως. Πρὶν τοὺς ἰχθῦς ἑλεῖν, τὴν ἅλμην κυκᾷς: ἐπὶ τῶν πρὸ πολλοῦ παρασκευαζομένων. Πίθηκος ἐν πορφύρᾳ: οἱ φαῦλοι κἂν καλοῖς περιβληθῶσιν, ὅμως διαφαίνονται πονηροί. Πότερον ὁ τὸν τράγον ἀμέλγων ἀφρονέστε– ρος, ἢ ὁ τὸ κόσκινον ὑποτιθείς; εἴποις, ὁ τὸν τράγον:

---

Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco), ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0097.tlg001.local001/.
