# Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 8.76

Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco), Centuria 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenianus-of-heraclea/e-cod-mazarinco/8.76

Ὥπερ παῖδα φιλοῦσιν ἐρασταῖ: ἐπὶ τῶν ἐρωτικῶς διακειμένων. Οἴκοι τὰ Μιλήσια: ἐπὶ τῶν ὅποι μὴ προςήκει τὴν τρυφὴν ἐπιδεικνυμένων. Ἀρισταγόρας ὁ Μιλήσιος ἐλθών ποτε εἰς Λακεδαίμονα ἠξίου βοηθεῖν τοῖς Ἴωσι πολεμουμένοις ὑπὸ Περσῶν· ἐδημηγόρει δὲ ἐσθῆτα ἔχων πολυτελῆ καὶ τὴν ἄλλην τρυφὴν τὴν Ἰωνικήν· εἶπεν οὖν τις πρὸς αὐτὸν τῶν Ἐφόρων, Οἴκοι τὰ Μιλήσια. Αἱ Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων. Χάρης γὰρ στρατηγὸς Ἀθηναῖος προ χείρως πολλὰ ἐπηγγείλατο. Ὀπισαμβώ: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἐν τοῖς πράγμασι προβαινόντων ἀεί· παρὰ τὸ ὀπίσω βαίνειν. Εὐδαίμων ὁ Κορίνθιος **: κώμη ἐστὶ πλησίον τῆς Κορίνθου ** κατάφυτος· ὡς τῶν ἐν τῇ κώμῃ ὁμολογούντων μὲν Κόρινθον εἶναι εὐδαίμονα, αἱρουμένων δὲ ἥττονα κώμην ἔχειν. Τυδεὺς ἐκ συφορβίου: ἐπὶ τῶν ἀπαιδεύτων. Οἰνεὺς τὴν θυγατέρα Ἱππονόου Περίβοιαν ἐβιάσατο· γνοὺς δὲ αὐτὴν ἔγκυον οὖσαν ὁ πατὴρ συφορβοῖς παρέδωκε μετὰ τοῦ γενομένου παιδίου Τυδέως. Κλειτοριάζεις: ἐπὶ τῶν παιδεραστούντων. Τί σοι ὁ Ἀπόλλων ἐκιθάρισεν; ἤγουν, τί ἐμαντεύσατο; Κεστρεὺς νηστεύει: ἐπὶ τῶν δικαιοπραγούντων μὲν, οὐδὲν δὲ πλέον ἐκ τῆς δικαιοσύνης ἐπιφερομένων. ὁ γὰρ κεστρεὺς τῶν ἄλλων ἰχθύων ἀλληλοφαγούντων μόνος ἀπέχεται τῆς σαρκοφαγίας, ἐσθίων ἰλύν. Βοιωτοῖς μαντεύσειας: αὕτη κατάρα τίς ἐστί. μαντευομένοις γὰρ τοῖς Θηβαίοις περὶ πολέμου ἀνεῖλεν ἡ Πυθία νίκην αὐτοῖς ἀσεβήσασιν ἔσεσθαι· εἷς δὲ τῶν θεωρῶν ἁρπάσας τὴν προφῆτιν Μυρτίλαν ἐνέβαλεν εἰς θέρμοῦ παρακείμενον λέβητα. ἄλλοι φασὶ, Θηβαίοις πολεμοῦσι Βόμβρος μάντις πλείους ἔφη νικήσεσθαι, εἰ προθύσαιεν τῶν ἡγεμόνων ἕνα· οἱ δὲ ἀποκτείναντες τὸν Βόμβρον ἐνίκησαν. Πλείους τῶν Καλλικυρίων: Καλλικυρίων ποτὲ πλῆθος ἐπῴκησε τὰς Συρακούσας οὕτω πολλοὶ, ὥςτε καὶ τοὺς προτέρους οἰκήτορας ἐκβαλεῖν. Κέλμις ἐν σιδήρῳ: ἐπὶ τῶν σφόδρα ἑαυτοῖς πιστευσάντων, ὅτι ἰσχυροὶ καὶ δυρχείρωτοι πεφύκασι. Κέλμις γάρ τις ἐν Ἴδῃ στεῤῥότατον σίδηρον ἐργαζόμενος.

---

Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco), ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0097.tlg001.local001/.
