# Fragmenta 8-14

Dionysius Chalcidensis, Fragmenta, 8 to 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-chalcidensis/fragmenta/8

Διονύσιος ἐν ταῖς Κτίσεσί φησι τὸν Χαλκιδικὸν Εὔριπον ἑπτάκις καθ ̓ ἡμέραν στρεφόμενον, κατὰ μόνας δὲ ἑβδομάδας ἵστασθαι. Διονύσιος δὲ ὁ Χαλκιδεὺς εἰρῆσθαί φησιν αὐτοὺς Μάκρωνας, ἐπειδὴ Εὐβοέων εἰσὶ Μάκρωνες ἄποικοι. Ἄλλοι δὲ Μάκρωνας αὐτούς φασι λέγεσθαι διὰ τὸ πλείστους εἶναι παρ ̓ αὐτοῖς μακροκεφάλους, ὥσπερ παρὰ τοῖς Πέρσαις γρυπούς. Μέμνηται δὲ τούτων Ἡρόδοτος ἐκ δευτέρᾳ [104, ubi v. Baehr.]. Διονύσιος δὲ ὁ Χαλκιδεὺς οἰκιστὴν μὲν ἀποφαίνει τῆς πόλεως Ῥῶμον. Τοῦτον δὲ λέγει κατὰ μέν τινας Ἀσκανίου, κατὰ δέ τινας Ἠμαθίωνος παῖδα εἶναι. Διονύσιος δέ φησιν ὁ Ἀθηναῖος ἐν ταῖς κυήσεσι (leg. Κτίσεσι) τὰς ἐλάφους οὕτω λέγεσθαι, πρόκας. Ὅθεν καὶ Προκόννησος, ἐπεὶ καὶ ἐν ταύτῃ πληθύουσιν ἔλαφοι. Οἱ δὲ Προχόννησον λέγουσιν εἰρῆσθαι ἀπὸ τῆς προχόου, ἣν ἔχουσα τοῖς Μιλησίοις ἀπήντησεν ἡ παρθένος, ὅτε τὴν ἀποικίαν ἐστέλλοντο. Οἱ δὲ Προχόννησον ἐτυμολογοῦσι, καθὸ πρότερον οὖσα νῆσος προσεχώσθη. Ὑπό τινων δὲ Προκόνησος καὶ Ἐλαφόνησος ἐκλήθη. Κορκυραῖοι Σαμίων μὲν ἐπὶ τούτῳ λόγον οὐ πολὺν ἔχουσι, Κνιδίων δὲ μέμνηνται καὶ Κνιδίοις εἰσὶ τιμαὶ καὶ ἀτέλειαι καὶ ψηφίσματα παρ ̓ αὐτοῖς· οὗτοι γὰρ ἐπιπλεύσαντες ἐξήλασαν ἐκ τοῦ ἱεροῦ τοὺς Περιάνδρου φύλακας, αὐτοὶ δ ̓ ἀναλαβόντες τοὺς παῖδας εἰς Κέρκυραν διεκόμισαν, ὡς Ἀντήνωρ ἐν τοῖς Κρητικοῖς ἱστόρηκε, καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν ταῖς Κτίσεσιν. Ξένθος δὲ ὁ Λυδὸς περὶ τὴν ὀκτωκαιδεκάτην Ὀλυμπιάδα, ὡς δὲ Διονύσιος περὶ τὴν πεντεκαιδεκάτην Θάσον ἐκτίσθαι (sc. φησί).

---

DIONYSIUS CHALCIDENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1328.tlg001.local002/.
