# Fragmenta DE RΕLIQUIS SEPTEM EPISTOLIS

Dionysius Corinthius, Fragmenta, DE RΕLIQUIS SEPTEM EPISTOLIS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-corinthius/fragmenta/DE%20R%CE%95LIQUIS%20SEPTEM%20EPISTOLIS

Καὶ πρῶτόν γε περὶ Διονυσίου φατέον· ὅτι τε τῆς ἐν Κορίνθῳ παροικίας τὸν τῆς ἐπισκοπῆς ἐγκεχείριστο θρόνον· καὶ ὡς τῆς ἐνθέου φιλοπονίας οὐ μόνον τοῖς ὑπ᾿ αὐτὸν, ἀλλ᾿ ἤδη καὶ τοῖς ἐπὶ τῆς ἀλλοδαπῆς ἀφθόνως ἐκοινώνει· χρησιμώτατον ἅποσιν ἑαυτὸν καθιστὰς, ἐν αἷς ὑπετυποῦτο καθολικαῖς πρὸς τὰς ἐκκλησίας ἐπιστολαῖς. ὧν ἐστιν, Ἡ ΜΕΝ ΠΡΟΣ ΛΑΚΕΔΑIΜΟΝΙΟΥΣ, ὀρθοδοξίας κατηχητικὴ, εἰρήνης τε καὶ ἑνώσεως ὑποθετική. Ἡ ΔΕ ΠΡΟΣ ΑΘΗΝΑΙΟΥΣ, διεγερτικὴ πίστεως καὶ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας· ἧς ὀλιγωρήσαντας ἐλέγχει, ὡς ἂν μικροῦ δεῖν ἀποστάντας τοῦ λόγου, ἐξ οὗπερ τὸν προεστῶτα αὐτῶν Πούπλιον μαρτυρῆσαι κατὰ τοὺς τότε συνέβη διωγμούς. Κοδράτου δὲ μετὰ τὸν μαρτυρήσαντα Πούπλιον καταστάντος αὐτῶν ἐπισκόπου μέμνηται· ἐπιμαρτυρῶν, ὡς ἂν διὰ τῆς αὐτοῦ σπουδῆς ἐπισυναχθέντων, καὶ τῆς πίστεως ἀναζωπύρησιν εἰληχότων· δηλοῖ δ᾿ ἐπὶ τούτοις, ὡς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης ὑπὸ τοῦ ἀποστόλου Παύλου προτραπεὶς ἐπὶ τὴν πίστιν κατὰ τὰ ἐν ταῖς πράξεσι δεδηλωμένα, πρῶτος τῆς ἐν Ἀθήναις παροικίας τὴν ἐπισκοπὴν ἐγκεχείριστο. Ἄλλη δ᾿ ἐπιστολή τις αὐτοῦ ΠΡΟΣ ΝΙΚΟΜΗΔΕΑΣ φέρεται· ἐν τὴν Μαρκίωνος αἵρεσιν πολεμῶν, τῷ τῆς ἀληθείας παρίσταται κανόνι. Καὶ τῇ ἐκκλησίᾳ δὲ τῇ παροικούσῃ ΓΟΡΤΥΝΑΝ ἉΜΑ ΤΑΙΣ ΛΟΙΠΑΙΣ ΚΑΤΑ ΚΡΗΤΗΝ ΠΑΡΟΙΚΙΑΙΣ ἐπιστείλας, Φίλιππον ἐπίσκοπον αὐτῶν ἀποδέχεται, ἅτε δὴ ἐπὶ πλείσταις μαρτυρουμένης ἀνδραγαθίαις τῆς ὑπ᾿ αὐτὸν ἐκκλησίας· τήν τε τῶν αἱρετικῶν διαστροφὴν ὑπομιμνήσκει φυλάττεσθαι. Καὶ τῇ ἐκκλησίᾳ δὲ τῇ παροικούσῃ ΑΜΑΣΤΡΙΝ ἉΜΑ ΤΑΙΣ ΚΑΤΑ ΠΟΝΤΟΝ ἐπιστείλας, Βακχυλίδου μὲν καὶ Ἐλπίστου, ὡς ἂν αὐτὸν ἐπὶ τὸ γράψαι προτρεψάντων μέμνηται· γραφῶν τε θείων ἐξηγήσεις παρατέθειται· ἐπίσκοπον αὐτῶν ὀνόματι Πάλμαν ὑποσημαίνων· πολλὰ δὲ περὶ γάμου καὶ ἁγνείας τοῖς αὐτοῖς παραινεῖ. καὶ τοὺς ἐξ οἵας δ᾿ οὖν ἀποπτώσεως, εἴτε πλημμελείας, εἴτε μὴν αἱρετικῆς πλάνης ἐπιστρέφοντας, δεξιοῦσθαι προστάττει. Ταύταις ἄλλη ἐγκατείλεκται ΠΡΟΣ ΚΝΩΣΣΙΟΥΣ ἐπιστολὴ, ἐν ᾗ Πινυτὸν τῆς παροικίας ἐπίσκοπον παρακαλεῖ, μὴ βαρὺ φορτίον ἐπάναγκες τὸ περὶ ἁγνείας τοῖς ἀδελφοῖς ἐπιτιθέναι, τῆς δὲ τῶν πολλῶν καταστοχάζεσθαι ἀσθενείας.— Καὶ ἄλλη δέ τις παρὰ ταύτας ἐπιστολὴ τοῦ Διονυσίου φέρεται, ΧΡΥΣΟΦΟΡΑ πιστοτάτῃ ἀδελφῇ ἐπιστείλαντος. ᾗ τὰ κατάλληλα γράφων, τῆς προσηκούσης καὶ αὐτῇ μετεδίδου λογικῆς τροφῆς.

---

Dionysius Corinthius, Fragmenta, ed. Martin Joseph Routh. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1329.tlg001.local001/.
