# Ars Rhetorica 1-11

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ λόγων ἐξετάσεως. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/1-11

Ὁ μέγιστος κίνδυνός ἐστι καὶ νέῳ καὶ μὴ νέῳ περὶ τὴν τῶν λόγων κρίσιν. ταῖς γὰρ ἡμετέραις δόξαις δίχα ἐπιστήμης εἰκῇ καὶ ἐπαινοῦμεν ἃ ἔτυχεν ἑκάστοτε καὶ ψέγομεν· καὶ διὰ τοῦτο συμβαίνει ταὐτὰ καὶ ἐπαινεῖσθαι καὶ ψέγεσθαι οὐ μόνον ἄλλοτε ὑπ’ ἄλλων, ἀλλὰ καὶ ταὐτὰ ὑπὸ τῶν αὐτῶν ποτὲ μὲν ἐπαινεῖσθαι, ποτὲ δὲ ψέγεσθαι. ὥςπερ γὰρ οἱ ἄπειροι τοῦ ἀριθμοῦ οὐδέποτε τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγουσιν οὔτε πρὸς ἀλλήλους οὔτε πρὸς ἄλλους, ἀλλ’ ἡ ἀπειρία παρέχει τεκμήριον τὴν | ἀσυμφωνίαν· οὕτως ἀμέλει καὶ περὶ λόγους ἔχομεν οἱ πλεῖστοι· οὐδέποτε γὰρ τὰ αὐτὰ ἡμῖν δοκεῖ, ἀλλὰ ποτὲ μὲν ἐπαινοῦμεν ταῦτα ἃ ποτὲ ἐψέγομεν, καὶ ἃ ἐψέξαμεν ἐπαινοῦμεν· ψυχαγωγούμεθα γὰρ τῇ δόξῃ τῶν ἀποφαινομένων ἢ πρὸς τὸ ἀξίωμα τὸ ἐκείνων ἀποβλέποντες, οὐκ οἰκείᾳ κρίσει χρώμενοι. δεῖ δὲ ὥςπερ κανόνα εἶναι καὶ στάθμην τινὰ καὶ δοκίμιον ὡρισμένον, πρὸς ὅ τις ἀποβλέπων δυνήσεται τὴν κρίσιν ποιεῖσθαι ἢ ἐπὶ τάδ’ ἢ ἐπ’ ἐκεῖνα. ὡς οὖν ἐμοὶ δοκεῖ, φράσω πρὸς ὑμᾶς. τέτταρα εἶναί φημι, ἀφ’ ὧν τὴν δοκιμασίαν καὶ τὴν κρίσιν χρῆναι ποιεῖσθαι τῶν λόγων ἀξιῶ. ἔστι δὲ τὰ τέσσαρα ταῦτα· ἦθος, γνώμη, τέχνη, λέξις. σκεπτέον οὖν ἀεὶ ἡμῖν, περὶ ὧν ἢ ἀνέγνωμεν ἢ ἠκούσαμεν ἢ ὁπωςοῦν ἐνετύχομεν, τί ὠφελεῖ ἢ βλάπτει εἰς ἦθος, τί εἰς γνώμην, τί εἰς τέχνην, τί εἰς λέξιν. ἔξω τούτων οὐκ εἰσὶν ὅροι.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
