# Ars Rhetorica 1-5

Dionysius of Halicarnassus, Ars Rhetorica, Μέθοδος προσφωνηματικῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/1-5

Ἰσοκράτης μὲν ὁ σὸς ἑταῖρος καὶ ἐμός, ὦ Ἐχέκρατες, εἴ περ ἄλλο τι, φησὶ χρῆναι προσεῖναι τοῖς σπουδαίοις | ἀνθρώποις, ἐν τῇ παραινέσει τῇ πρὸς τὸν Ἰππονίκου, καὶ τὴν φιλοπροσηγορίαν· ὅ πέρ ἐστι τὸ προσφωνεῖν τοὺς ἀπαντῶντας, ὡς αὐτός φησιν. εἰ δὲ καὶ ἰδίᾳ χρῆν πρὸς ἕκαστον τοῦτο ποιεῖν, ὅπως καὶ τοὺς ἰδιώτας ὡς ὅ τι μάλιστα οἰκειοτέρως καὶ εὐμενεστέρως ἔχειν πρὸς ἡμᾶς παρασκευάζωμεν ἐκ τῆς τοιαύτης φιλοπροσηγορίας, πολλῷ δή που ἀναγκαιότερον τὸ πρᾶγμα καὶ ὁ τοιοῦτος τρόπος τῆς προσφωνήσεως, εἰ πρὸς τοὺς ἐν τέλει καὶ ἐν ἀρχαῖς γεγονότας ὑφ’ ἡμῶν γίγνοιτο καὶ μάλιστά γε δὴ τοὺς ἑκάστοτε ἐκ βασιλέων εἰς τὰ ἔθνη καὶ τὰς πόλεις | τὰς ἡμετέρας παραγιγνομένους, ὅπως καὶ αὐτοὺς διὰ τοιούτου τρόπου καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὰς αὑτῶν πατρίδας οἰκειοτέρως διακεῖσθαι παρασκευάσαιμεν. ἀμέλει γέ τοι καὶ τὸ πρᾶγμα ἤδη ἐπιχωριάζει ἐπὶ πᾶσι, καὶ καθάπερ τις οὗτος νόμος καὶ θεσμὸς διελήλυθεν διὰ πάντων, ὡς εὐθὺς ἅμα τε τῇ πρώτῃ τῶν πυλῶν, ὡς ἄν εἴποι τις, εἰσόδῳ προσφωνεῖν τούτους δημοσίᾳ τὰς πόλεις ὑφ’ ἑνὸς ὅτου οὖν τῶν ἀρίστων κατὰ τὴν παιδείαν ὥςπερ δημοσίᾳ τινὶ φωνῇ καὶ κοινῷ προσαγορεύματι προσαγορεύοντος. φέρε οὖν εἴπωμέν τι καὶ περὶ τούτων τῶν λόγων, ὅπως ἂν καὶ τούτους ἄριστα καὶ ῥᾷστα μεταχειριζοίμεθα.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
