# Ars Rhetorica 1-6

Dionysius of Halicarnassus, Ars Rhetorica, Μέθοδος ἐπιταφίων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/1-6

Οὐ μὲν δὴ οὐδὲ τούτων ἀπείρως ἔχειν τόν γε δὴ ὁδῷ τινι καὶ ἐπιστήμῃ μετιόντα λόγους χρή. ἀπευκτὰ μὲν γὰρ τὰ τοιαῦτα, ἀναγκαῖα δὲ ἀνθρώποις γε οὖσι καὶ παρελθοῦσιν εἰς τὸν ἀνθρώπινον βίον. ἀνθρώπῳ γὰρ γενομένῳ κατὰ τὸν τοῦ Καλλαίσχρου τὸν τῶν τριάκοντα βέβαιον μὲν οὐδέν, ὅτι μὴ κατθανεῖν γενομένῳ, καὶ ζῶντι εἶναι μὴ οἷόν τε ἐκτὸς ἄτης βαίνειν. ἐπειδὴ τοίνυν ἀμφὶ ταφὴν δύο λόγοι μεμηχάνηνται, ὃ μὲν κοινὸς πρὸς πόλιν ἅπασαν καὶ δῆμον [ὁ μὲν] τοῖς ἐν πο|λέμῳ πεσοῦσιν, ἰδίᾳ δὲ καὶ καθ’ ἕκαστον ἅτερος αὐτοῖν, οἷα δὴ τὰ πολλὰ ἐν εἰρήνῃ συμπίπτειν ἀνάγκη, ἐν διαφόροις ἡλικίαις ἑκάστῳ τῆς τελευτῆς συμπεσούσης· ὄνομά γε μὴν ἀμφοῖν ἓν καὶ τὸ αὐτό, ἐπιτάφιος οὕτως ὀνομαζόμενος· παραδείγματα δὲ αὐτῶν ἔστί που καὶ παρὰ τοῖς ἀρχαίοις, τοῦ μὲν κοινοῦ καὶ πολιτικοῦ παρά γε τῷ τοῦ Ὀλόρου καὶ παρὰ τῷ τοῦ Ἀρίστωνος, Λυσίας τε καὶ Ὑπερείδης καὶ ὁ Παιανιεὺς καὶ ὁ τοῦ Ἰσοκράτους ἑταῖρος Ναυκράτης πολλὰς ἡμῖν τοιαύτας ἰδέας παρέσχοντο. οὐκ ἀπορήσομεν δὲ οὐδὲ τῶν πρὸς ἕκαστον· ἐπεί τοι καὶ τὰ ποιήματα μεστὰ τούτων, οἱ ἐπικήδειοι οὕτως ὀνομαζόμενοι θρῆνοί τε· ὡς αὕτως πλοῦτος πολὺς τῶν καταλογάδην ἐστὶ τοιούτων λόγων ἔν τε τοῖς πάλαι καὶ τοῖς ὀλίγον τι πρὸ ἡμῶν γενομένοις· 〈οὐ〉 λήξομεν δὲ οὐδὲ νῦν, ἔστ’ ἂν γένος ἀνθρώπων καὶ τὸ χρεὼν ἐπικρατοῦν ᾖ. μέτιμεν οὖν αὐτοῖν ἑκάτερον τὸν τρόπον τοῦτον.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
