# Ars Rhetorica 1-9

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/1-9

Τολμῶσί τινες λέγειν, ὅτι οὐκ ἔστιν ἐσχηματισμένη ἰδέα λόγων. δεῖ γὰρ ἁπλῶς λέγειν ἢ μὴ λέγειν. καὶ γὰρ οὐδὲν πλέον τὸ καθ’ ὑπόνοιαν λέγειν. | εἰ γὰρ συνίησιν ὁ ἀκούων, ἐξ ἴσου καθέστηκεν τῷ φανερῶς ἀκούοντι· εἰ μὴ συνίησι, πλέον οὐδὲν τῷ λέγοντι. ἡμεῖς δὲ φαμέν, ὅτι τοσοῦτον ἀπέχει ὀρθῶς λέγειν ὁ λέγων μὴ εἶναι ἐσχηματισμένους λόγους, ὥςτε τοὐναντίον οὐδεὶς λόγος ἀσχημάτιστος οὐδὲ ἁπλοῦς λόγος οὐδείς. καὶ δὴ ἀπὸ τῶν συντρόφων καὶ συνήθων ἀρχώμεθα. τὸ προσαγορεύειν ἄνευ σχήματος οὐ γίνεται· ὃ μὲν φιλοφρόνως προσαγορεύει, ὃ δὲ αἰδημόνως, ὃ δὲ σκώπτων, ὃ δὲ λαρῶς, ὃ δὲ ὡς θαυμάζων. αἱ κλήσεις εἰς ἴδια δεῖπνα σχηματισμοῦ δέονται· οὐ γὰρ πάντας ὁμοίως τις καλεῖ, ἀλλὰ ἑκάστῳ τὴν πρέπουσαν κλῆσιν προστίθησιν. αἱ τῶν δανεισμάτων ἀπαιτήσεις οὐ πρὸς πάντας ὅμοιαι, ἀλλ’ εὐπρεπείας δέονται καὶ διοικήσεως· καὶ αἳ μέν εἰσι θρασύτεραι, αἳ δὲ μετριώτεραι, αἳ δὲ ἄλλης προφάσεως δέον|ται. ἵνα βραχέως εἴπω, ὅλον τὸ τῆς εἰρωνείας σχῆμα ἐσχηματισμένου λόγου σημεῖόν ἐστι.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
