# Ars Rhetorica 10-2

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/10-2

Τὸ δὲ ἕτερα λέγειν καὶ ἕτερα διοικεῖσθαι δείκνυσί σοι πάλιν ὁ αὐτὸς Δημοσθένης ἐν τοῖς συμβουλευτικοῖς, ἐν τῷ περὶ συμμοριῶν ἐπιγραφομένῳ λόγῳ ( ὅςπερ λόγος εἰκότως ἂν καὶ δικαίως ἐπιγράφοιτο Περὶ τῶν βασιλικῶν), [ἐν τῷ] πρῶτος καὶ μόνος παραστὰς ἀντειπεῖν. ἐν τούτῳ τῷ λόγῳ ἐναντιοῦται μὲν τῇ Ἀθηναίων γνώμῃ ὡρμηκότων αὐτῶν πολεμεῖν βασιλεῖ. καὶ μία μὲν διοίκησις τοῦ λόγου ἐστὶ τὸ βουλόμενον τὸν ῥήτορα μὴ πολεμεῖν αὐτοὺς βασιλεῖ κλέπτειν δὴ τὴν δόξαν τῷ συμβουλεύειν | βασιλεῖ μήπω πολεμεῖν. καὶ αὕτη ἡ τέχνη ἐστὶν τοῦ ἃ βούλεταί τις, λέγειν εὐπρεπῶς. ποιεῖ δὲ τοῦτο οὕτως· ἐγὼ νομίζω κοινὸν ἐχθρὸν ἁπάντων τῶν Ἑλλήνων εἶναι βασιλέα· οὐ μὴν διὰ ταῦτα παραινέσαιμ’ ἂν μόνοις τῶν ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν συνάγειν. καὶ ἔτι τέχνη βαθυτέρα τὸ κωλύοντα πολεμεῖν ἐπαγγέλλεσθαι περὶ δυνάμεως ᾗ πολεμήσουσιν. τοῦτο μὲν κλέπτοντός ἐστι τὴν ἐναντίωσιν τοῦ πολέμου. μιμεῖται γὰρ ἐνταῦθα τὸν Ἀρχίδαμον τοῦ Θουκυδίδου. καὶ γὰρ ἐκεῖνος ἐπειδὴ ἑώρα τοὺς Λακεδαιμονίους καὶ τοὺς Πελοποννησίους ὡρμηκότας πρὸς τὸν πόλεμον, ἐβούλετο δὲ αὐτοὺς κωλῦσαι πολεμεῖν, τὸ μὲν μὴ πολεμεῖν οὐ τολμᾷ λέγειν (οὐ γὰρ πείσονται), συμβουλεύων δὲ τὸ μήπω πολεμεῖν τὸ μὴ πολεμεῖν λέγει. μία μὲν αὕτη διοίκησις ἐν τῷ λόγῳ. δευτέρα δὲ ἐκείνη· ᾧ μὲν βούλονται πολεμεῖν, οὐ βούλεται αὐτοὺς πολεμεῖν ὁ Δημοσθένης· ᾧ δὲ οὐκ ἐθέλουσιν πολεμεῖν, τούτῳ κελεύει πολεμεῖν. καὶ γίνεται διπλοῦς λόγος ἐσχηματισμένος. βασιλεῖ μὲν γὰρ αὐτοὺς οὐ βούλεται πολεμεῖν, ᾧ πάνυ βούλονται· Φιλίππῳ δὲ ἀξιοῖ πολεμεῖν, ᾧ οὐ βούλονται. τίνα οὖν διοίκησιν ἐποιήσατο; ἐξ ἑκατέρας ὑποθέσεως τοῦ πεῖσαι μὴ πολεμεῖν ᾧ βούλονται καὶ πολεμεῖν ᾧ μὴ βούλονται συμβουλεύει πολεμεῖν βασιλεῖ, ἀλλὰ μήπω, παρασκευάζεσθαι δὲ πρὸς αὐτόν. τῷ μὲν οὖν μηδέπω τὴν ὁρμὴν τὴν ἐπὶ βασιλέα κωλύει, συμβουλῇ δὲ τῆς παρασκευῆς εὐτρεπῆ τὸν πόλεμον τὸν πρὸς Φίλιππον ἐργάζεται. καὶ ὅτι αὕτη ἡ τέχνη ἐστίν, λάβε αὐτὸν Δημοσθένην ὁμολογοῦντα· εἰ μὲν τοίνυν ἕτερός τις ἦν τρόπος δυνάμεως, ᾗ τοὺς βαρβάρους οἷόν τε ἦν ἀμύνασθαι, ἕτερος δέ τις, ᾗ τοὺς Ἕλληνας, εἰκότως 〈ἂν〉 φανεροὶ πᾶσιν ἐγιγνόμεθα πρὸς ἐκεῖνον ἀντιταττόμενοι· εἰ δὲ πάσης παρασκευῆς ἐστι τρόπος ὁ αὐτὸς οὗτος, τοὺς ἐχθροὺς ἀμύνασθαι δύνασθαι, τοῖς οὖσι συμμάχοις βοηθεῖν, καὶ ὑπάρχοντα ἀγαθὰ σῴζειν, τί τοὺς ὡμολογημένους ἐχθροὺς ἔχοντες ἄλλους ζητοῦμεν; ἀλλὰ παρασκευαζώμεθα μὲν πρὸς τούτους, ἀμυνώμεθα δὲ κἀκεῖνον, ἂν ἡμᾶς πιέσῃ. καὶ ἀληθῶς τὸ ἀπόρρητον τοῦτο τῆς γνώμης μηνύει ἐν ἄλλῳ λόγῳ· ὁρῶ δ’ ὑμᾶς Φιλίππου μὲν καταφρονοῦντας, βασιλέα δὲ ὡς ἰσχυρὸν ἐχθρὸν φοβουμένους. εἰ δὲ τῷ μὲν πολεμεῖν οὐ θελήσομεν, τῷ δὲ οὐκ ἀξιώσομεν, πρὸς τίνας παραταξόμεθα;

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
