# Ars Rhetorica 10-4

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ λόγων ἐξετάσεως. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/10-4

ἔστι δ’ εὐφορία κατὰ κρίσεις φαύλων ὀνομάτων· τοῦτο δικανικὸν ὄνομα, τοῦτο ἱστορικόν, τοῦτο διαλεκτικόν, τοῦτο κωμικόν. καὶ πάλιν μετὰ τὰς ἰδέας τοὺς ἄνδρας ἐπανελθεῖν· κωμικὸν τοῦτο Ἀριστοφάνειον, κωμικὸν τοῦτο Κρατίνειον, τοῦτο Εὐπολίδειον, τοῦτο Μενάνδρου· εἶτα δικανικὸν τοῦτο Λυσίειον, τοῦτο Δημοσθενικόν, Αἰσχίνῃ πρεπωδέστερον τοῦτο ὄνομα, Ἀντιφῶντι τοῦτο σύνηθες μᾶλλον. τοῦτο τὸ ποικίλως ἐστίν. Αὕτη ἐστὶν ἡ θεωρία, καθ’ ἣν ἐξετάζεται 〈κατὰ〉 βυβλίων ἀκροάσεις πᾶς λόγος μετὰ ἀσφαλείας πορευομένης τῆς ἐξετάσεως. ζητήσεις γὰρ τί ὠφελεῖ ἢ βλάπτει τὰ ἀνεγνωσμένα ἢ εἰρημένα ἢ ἠκουσμένα εἰς ἦθος, γνώμην, τέχνην, λέξιν. τὸ ἦθος διπλοῦν, κοινὸν καὶ | ἴδιον. κοινὸν μὲν τὸ εἰς ἀρετὴν προτρέπον καὶ κακίας ἀποτρέπον· ἴδιον δὲ τὸ προσήκοντας καὶ πρέποντας τοὺς λόγους τῷ τε λέγοντι καὶ τοῖς ἀκούουσι καὶ περὶ ὧν ὁ λόγος καὶ πρὸς οὓς ὁ λόγος παρέχεσθαι· γίνεται δὲ τοῦτο ἐν τοῖς ἀριθμοῖς οἷς εἴπομεν, τοῖς ἑπτά. εἶτα ἡ γνώμη μέτρῳ καὶ ἀσφαλείᾳ ἐπὶ τῶν τριῶν ἀριθμῶν. εἶτα ἡ τέχνη, ἡ κρᾶσις ἠθῶν καὶ πραγμάτων. εἶτα ἡ λέξις, τὸ σαφῶς, τὸ καθαρῶς, τὸ πολλοστῶς, τὸ ποικίλως. οὗτος ὁ περὶ 〈τῆς〉 τῶν λόγων ἐξετάσεως λόγος.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
