Ancient Greek
Περὶ ἐσχηματισμένων β
Dionysius of Halicarnassus, Ars Rhetorica 11.1
Not analysed yet
Ἀλλὰ καὶ Εὐριπίδης δι’ ὅλων λόγων διοικήσεως σχῆμα περαίνει ἐν ὅλῳ δράματι. πρότερον δὲ δείξωμεν [ἐν ὅλῳ δράματι] ἐν μέρει τινὶ |σχῆμα διοικούμενον. ἐν τῷ Αἰόλῳ ὁ Μακαρεύς ἐστιν ὁμιλήσας τῇ ἀδελφῇ καὶ λανθάνων, καὶ συμβουλεύων τῷ πατρὶ τὰς ἀδελφὰς τοῖς ἀδελφοῖς συνοικίσαι, ἵνα τὸ οἰκεῖον διοικήσηται· καὶ οὕτως ἐσχημάτισται ὁ λόγος κοινῇ γνώμῃ καὶ συμβουλῇ. ἡ Μελανίππη σοφὴ τὸ δρᾶμα Εὐριπίδου ἐπιγέγραπται μὲν Σοφή, ὅτι φιλοσοφεῖ, καὶ διὰ τοῦτο τοιαύτης μητρός ἐστιν, ἵνα μὴ ἀπίθανος ᾖ ἡ φιλοσοφία. ἔχει δὲ διπλοῦν σχῆμα, τὸ μὲν τοῦ ποιητοῦ, τὸ δὲ τοῦ προσώπου τοῦ ἐν τῷ δράματι, τῆς Μελανίππης. τὸ μὲν τοῦ ποιητοῦ τοιόνδε [τὸ δὲ τοῦ προσώπου τοιόνδε]· Ἀναξαγόρᾳ προσεφοίτησεν Εὐριπίδης. Ἀναξαγόρου δὲ λόγος ἐστίν, ὅτι πάντα ἐν πᾶσιν· εἶτα ὕστερον διεκρίθη. μετὰ ταῦτα ὡμίλησεν καὶ Σωκράτει καὶ ἐπὶ τὸ εὐπορώτερον ἤγαγε τὸν λόγον. ὁμολογεῖ οὖν τὴν διδασκαλίαν τὴν ἀρχαίαν διὰ τῆς Μελανίππης· |Καὶ οὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα, ὡς οὐρανός 〈τε〉 γαῖά τ’ ἦν μορφὴ μία. οὕτω μὲν ὁ ποιητὴς σχηματίζει τὸ αὑτοῦ. ἡ δὲ Μελανίππη ἐπεράνθη μὲν ὑπὸ τοῦ Ποσειδῶνος, γέγονε δὲ ταύτῃ παιδία· ἐξέθηκεν δὲ αὐτὰ εἰς τὰ τοῦ πατρὸς βουφόρβια. ὁ δὲ πατὴρ ἡγεῖται ἐκ βοὸς εἶναι, καὶ ὡς τέρας βούλεται κατακαῦσαι. βοηθοῦσα αὑτῇ ἡ Μελανίππη ἀποφαίνεσθαι πειρᾶται, ὅτι τέρας οὐδέν ἐστιν. οὕτω τὸ δρᾶμα ὅλον ἐσχημάτισται· καὶ ἄμα διδάσκει ἡμᾶς Εὐριπίδης, ὅτι τὸν σχηματίζοντα ἐγγυτάτω δεῖ εἶναι τοῦ λῦσαι τὸ σχῆμα μετὰ τῆς ἀσφαλείας τοῦ σχήματος. περιερχομένη γὰρ πάσας αἰτίας τοῦ σῶσαι τὰ παιδία λέγει· εἰ δὲ παρθένος |φθαρεῖσα ἐξέθηκεν τὰ παιδία καὶ φοβουμένη τὸν πατέρα, σὺ φόνον δράσεις; ὥςτε καὶ τὸ αὑτῆς πρᾶγμα λέγει ἐν σχήματι συμβουλῆς. Ἀλλὰ καὶ πάλιν ὁ Πανηγυρικὸς Ἰσοκράτους τοιοῦτόν τι βυβλίον ἐστὶν καὶ ὁ Φίλιππος Ἰσοκράτους καὶ ὁ περὶ τῆς ἀντιδόσεως. ἐν γὰρ τοῖς τρισὶν τούτοις βυβλίοις ἐγκώμια διέρχεται τὸ μὲν Ἀθηναίων, τὸ δὲ Φιλίππου, τὸ δ’ ἑαυτοῦ. ἀλλὰ τοῖς μὲν Ἀθηναίων ἐγκωμίοις καὶ τοῖς Φιλίππου συμβουλὴν ὑποθέμενος τὸ εὐπρεπὲς τοῦ ἐγκωμίου ἐπραγματεύσατο, καὶ πεποίηται ὥςπερ πάρεργον συμβουλῆς τὸ ἐγκώμιον· ὄντως δ’ ἐστὶν ἔργον τὸ ἐγκώμιον, πάρεργον δὲ ἡ συμβουλή. αὑτῷ δὲ ἔδωκεν ἐπαίνου ἀφορμὴν ἐν ἀνάγκῃ ἀπολογίας πρὸς τὰ κατηγορημένα. τοῦτο καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου ἐπραγματεύσατο. ἐγκώμιον αὑτοῦ ἠθέλησεν γράψαι, |καὶ τὴν ἀπολογίαν προετάξατο. τοῦτο καὶ Πλάτων πεποίηκεν ἐν τῇ ἀπολογίᾳ Σωκράτους ἐγκώμιον βουλόμενος γράψαι ἐν ἀπολογίας σχήματι. τοῦτο καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασιν· ὡς γὰρ ἀπολογούμενος ὑπὲρ Σωκράτους ἐγκώμιον Σωκράτους περαίνει. ἔργον δὲ αὐτοῖς ἐστι καὶ πολλὰς ὑποθέσεις ὁμοῦ συμπλέκειν. ἥ γέ τοι ἀπολογία Σωκράτους καὶ Πλάτωνος ἀπολογία ἐστὶ καὶ Ξενοφῶντος ἀπολογία ἐστί. καὶ ὁ περὶ τοῦ στεφάνου τέσσαρας ὑποθέσεις ἔχει· καὶ ἀπολογία ἐστὶ καὶ κατηγορία καὶ ἐγκώμιον Δημοσθένους, καὶ ὁποῖον εἶναι δεῖ τὸν πολιτικὸν ἄνδρα. καὶ Ξενοφῶν δὲ ὁμολογῶν ἐγκώμιον Ἀγησιλάου ἐρεῖν λέγει ἐν ἱστορίας λόγῳ τὸ σχῆμα ποιούμενος. καὶ παρὰ τῷ Ξενοφῶντι πάλιν ἔν τε τῇ Παιδείᾳ καὶ τῇ Ἀναβάσει εὑρή|σετε ἐσχηματισμένους λόγους. βούλεται γὰρ τοὺς δημότας τὰ ἴσα ὅπλα λαμβάνειν καὶ τοὺς ὁμοτίμους. ἑκατέροις διαλέγεται εὐπρεπῶς, τοῖς μὲν ὡς τιμῶν αὐτούς, τοῖς δὲ ὡς συναγωνισταῖς καὶ συσχολασταῖς χαριζόμενος· καὶ τὸ ἑκατέρων οὕτω διοικεῖται. καὶ ἐν τῇ Ἀναβάσει ὁ Κλέαρχός ἐστιν ***τῶν στρατιωτῶν ὑποπτευόντων τὴν ἀνάβασιν τὴν Κύρου καὶ μὴ βουλομένων ἀναβαίνειν, ἀλλὰ δεδοικότων τὰ ἄπορα. καὶ ἐν τῷ περὶ παραπρεσβείας ἄλλα προτείνει καὶ ἄλλα συγκατασκευάζει. ἔστι γὰρ ἡ τέχνη τῶν ἐσχηματισμένων λόγων μάλιστα αὕτη, τὸ ἄλλαις κατασκευαῖς συμπλέκειν τὰ οἰκεῖα. ὅ περ πεποίηκεν καὶ Θουκυδίδης ἐν τῷ ἐπιταφίῳ· δημηγορῶν γὰρ καὶ παρακαλῶν Ἀθηναίους ἐπὶ τὸν πόλεμον συνέ|πλεξε τοῦ ἐπιταφίου κεφάλαια τῇ παραινέσει· ἐγκώμιόν ἐστιν ἡ παράκλησις ἀπὸ τοῦ γένους, ἀπὸ τῆς τῶν προγόνων ἀρετῆς· ἐγκώμιόν ἐστιν ἐκ παραβολῆς ἡ παράκλησις, ἐκ τοῦ παραβαλεῖν τὰ τῶν ἐναντίων καὶ τὰς δυνάμεις ἑκατέρας τῆς πόλεως.