# Ars Rhetorica 11

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων ᾱ̄. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/11

Ἡ δέ γε κωμῳδία ὅτι πολιτεύεται ἐν τοῖς δράμασι καὶ φιλοσοφεῖ, ἡ τῶν περὶ. τὸν Κρατῖνον καὶ Ἀριστοφάνην καὶ Εὔπολιν, τί δεῖ καὶ λέγειν; ἡ γάρ τοι κωμῳδία αὐτὴ τὸ γελοῖον προστησαμένη φιλοσοφεῖ. Ξενορῶν δὲ ὁ καλὸς ὡς ἐν τῇ Παιδείᾳ βουλόμενος τοὺς ἐκ τοῦ δήμου τῶν Περσῶν ὁμοσκεύους ποιῆσαι τοῖς ὁμοτίμοις, καὶ πάλιν βουλόμενος κοινὸν ἀγῶνα ἀρετῆς τοῖς ἄριστα στρατευσομένοις προτιθέναι, τοῖς τε ὁμοτίμοις διαλεγόμενος ἐν Κύρου λόγῳ ὡς αὐτοῖς χαριζόμενος, καὶ τοῖς δημοτικοῖς ὡς ἐκείνων προνοούμενος 〈σχηματίζει〉 ἐν ἑκατέρῳ τῷ λόγῳ, παρίημι λέγειν. ἐν δὲ τῇ Ἀναβάσει ὑποπτεύουσι μὲν οἱ στρατιῶται, ὡς ἐπὶ βασιλέα ὁ στόλος ἐστί, καὶ οὐκ ἔτι ἕπεσθαι Κύρῳ βούλονται· ὁ δὲ Κλέαρχος ἐν τοῖς στρατιώταις δημηγορεῖ ὑπισχνούμενος μὲν ἕψεσθαι τοῖς στρατιώταις πανταχόσε, ἐν δὲ τῷ λόγῳ κατασκευάζων τὸ ἀναγκαῖον εἶναι μένειν, μιμούμενος τὸν Ὁμήρου Φοίνικα. καὶ γὰρ ἐκεῖνος ἐν ταῖς Λιταῖς προτείνεται τὴν ὑπόθεσιν τῶν λόγων τοῦ Ἀχιλλέως, ὡς οὐ δυνατὸν 〈ὂν〉 αὑτῷ μένειν, ἂν ἐκεῖνος ἀπίῃ, ἀλλὰ πάντως ἑψόμενος τῷ Ἀχιλλεῖ. τὰς δὲ αἰτίας λέγων δι’ ἃς οὐκ ἂν ἀπολειφθείη τοῦ Ἀχιλλέως, ὅτι χρὴ μένειν τὸν Ἀχιλλέα κατασκευάζει, τῷ μὲν δοκεῖν δεικνύς, καθ’ ἃς προφάσεις οὐ μενετέον αὑτῷ, ἔργῳ δὲ ἀπαιτῶν τὰς χάριτας, ἅς εἰς τὸν Ἀχιλλέα κατέθετο θρέψας καὶ παιδεύσας, Ἀγαμέμνονι δὲ χάριν φέρων τῷ λόγῳ. καὶ ὅτι ταῦτα διανοούμενος τὸ σχῆμα τῶν λόγων ἐποιήσατο, αὐτὸς Ἀχιλλεὺς ἐπεκδιδάσκει. ὅπερ Ὁμήρῳ ἔθος, καὶ ὅςτις ἄλλος μετεχειρίσατο τὸ εἶδος τοῦτο, παρ’ Ὁμήρου μαθὼν τοῦτο ποιεῖ, τὸ ἐν ταῖς τῶν ἀποκρινομένων ῥήσεσι τῶν προειπόντων τὰς τέχνας διδάσκειν. λέγει τοίνυν ὁ Ἀχιλλεύς | Μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων, Ἀτρείδῃ ἥρωϊ φέρων χάριν. ὁρᾷς, ὡς τὴν τέχνην ὁ μαθητὴς τοῦ διδασκάλου ἀπεκαάλυψεν δεικνὺς ὅτι συνῆκεν, ὡς πάντα εἰς χάριν Ἀγαμέμνονος λέγεται καὶ ἐπὶ τῷ τὸν θυμὸν μαλάξαι τοῦ Ἀχιλλέως. εἶτα ἐπειδὴ χάριτας αὐτῷ κατελογίσατο ὁ Φοῖνιξ, ἵνα μὴ δοκοίη ἀχάριστος εἶναι, καὶ αὐτὸς πλαγίως ἀπολύεται τὴν αἰτίαν· ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
