# Ars Rhetorica 12.1

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων ᾱ̄. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/12.1

Ταῦτα μὲν 〈τὰ〉 παραδείγματα ἕτερα προτείνοντος τοῦ ῥήτορος. ὑπολείπεται δὲ ἡμῖν ὁ λόγος ὁ περὶ τῶν τὰ ἐναντία λεγόντων οἷς βούλονται· ἐπειδὴ 〈δὲ〉 οὗτος ὁ λόγος τὸ τελεώτατον σχῆμά ἐστιν, πρότερον δείξωμεν παρὰ Ὁμήρῳ καὶ 〈ἃ〉 ἄλλα σχήματα ὑπεθέμεθα. ἦν δὲ τάδε· τὸ δοκεῖν τὰ αὐτὰ λέγοντα ἑτέραν ὑπόθεσιν περαίνειν, καὶ 〈τὸ〉 δοκεῖν ἐναντιούμενον * * * ὡς ἐν ἑτέρῳ λόγῳ | τὰς τῶν ἐσχηματισμένων ἀγώνων κατασκευὰς ποιησόμενον ἀναβολῇ τὸ σχῆμα παραδοῦναι. τούτων τοίνυν τὰ παραδείγματα τίνα; ἐν τῷ β τῆς Ἰλιάδος, ὅτε κατέχουσιν τὸ Ἑλληνικὸν ὅ τε Ὀδυσσεὺς καὶ Νέστωρ, δοκοῦσιν μὲν ἀμφότεροι εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγειν οὐ μόνον γε ἀλλὰ καὶ τὰ αὐτὰ λέγειν· ὥςτε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι· ταῦτα Ὀδυσσεύς· ὁ δέ γε Νέστωρ ὣ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε νηπιάχοις, οἷς οὔ τι μέλει πολεμήια ἔργα. πάλιν Ὀδυσσεύς οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν, ἥν περ ὑπέσταν ἐνθάδ’ ἔτι στείχοντες ἀπ’ Ἄργεος ἱπποβότοιο. εἶτα ὁ Νέστωρ ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν. καὶ πάλιν Ὀδυσσεὺς τὴν Κάλχαντος μαντείαν λέγει καὶ τὸ τέρας τὸ περὶ τὸν δράκοντα καὶ τὰ τῆς στρουθοῦ τέκνα. ὁ δέ γε Νέστωρ φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα, καὶ λέγει τὰ οὐράνια σημεῖα καὶ τὰς δεξιὰς ἀστραπάς. ὅθεν καὶ παρέσχετο τοῖς πολλοῖς ζήτησιν, πότερος ἀμείνων ῥήτωρ ἐν τοῖς λόγοις τούτοις, Ὀδυσσεὺς ἢ Νέστωρ· καὶ μαρτύρονταί γε τὸν Ὅμηρον ἑκάτεροι λέγοντα, ὡς τὸν μὲν Ὀδυσσέα ἐπῄνεσεν τὸ πλῆθος, τὸν δὲ έστορα ὁ Ἀγαμέμνων· οἳ μὲν μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο, ὃ δὲ εἰπών τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν. καὶ ἄλλην πολλὴν φλυαρίαν περὶ τὴν παραβολὴν τῶν λόγων φλυαροῦσιν. τὸ δὲ ἦν ἄρα τέχνη· τοσοῦτον γὰρ | ἀπέχουσιν τοῦ ταὐτὰ λέγειν, ὥς τε οὐδ’ εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγουσιν· σόφισμα δὲ τοῦτό ἐστι καὶ πάλαισμα τῶν ἀκουόντων. τί τοῦτο τὸ σόφισμα; ὁ μὲν Ὀδυσσεὺς κατασχεῖν βούλεται τοὺς Ἕλληνας ὡρμημένους ἀπιέναι· ὁ δὲ Νέστωρ κατεσχημένους ὑπὸ τοῦ Ὀδύσσεως καὶ μένοντας ἐκστρατεῦσαι βούλεται κατὰ γένη ἑκάστους ὑπὸ τῷ οἰκείῳ ἡγεμόνι. καὶ ἔστιν αὐτῷ ἡ τῶν λόγων ὑπόθεσις οὐχ ἥ περ τῷ Ὀδυσσεῖ· γελοῖος γὰρ ἂν ἦν πεπεισμένοις ἔτι διαλεγόμενος. ἀλλὰ τίς ἡ ὑπόθεσις τοῦ Νέστορος; κρῖν’ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον· ὣς φρήτρη φρήτρῃφιν ἀρήγει, φῦλα δὲ φύλοις καὶ τὰ τούτοις ἐφεξῆς εἰρημένα. διὰ τοῦτο καὶ πάνυ ἀρέσκει τῷ Ἀγαμέμνονι ὁ λόγος ὁ Νέστορος· ὁ γὰρ Νέστωρ, ὃ μάλιστα βούλεται ὁ Ἀγαμέμνων, τοῦτο περαίνει. βούλεται δὲ ἐκστρατεῦσαι τοὺς Ἕλληνας· διὸ καὶ τὴν ἀπόπειραν πεποίηται· ἀλλ’ ἄγετ’, αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν. | διὰ τοῦτο ἐπαινεῖ τὸν έστορα, βουλόμενος πάντας τοὺς ἡγεμόνας καὶ τὸν δῆμον τῶν στρατιωτῶν ὁμοίως ὁμογνώμονας αὐτῷ γενέσθαι, λέγων τοιοῦτοι δέκα μοι συμφράδμονες εἷεν Ἀχαιῶν. ἔνθα δὴ καὶ παραμυθούμενος τοὺς Ελληνας ὑπὲρ Ἀχιλλέως ἀγανακτοῦντας, ὁμολογίαν ἤδη ποιεῖται τοῦ ἁμαρτήματος, ἐπάγων τάδε τὰ ἔπη· καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχησάμεθ’ εἵνεκα κούρης ἀντιβίοις ἐπέεσσιν· ἐγ δ’ ἦρχον χαλεπαίνων. εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ ἔπειτα Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν. αὕτη οὖν ἡ τέχνη· ἐπειδὴ κατεσχημένους ὁρᾷ τοὺς Ἕλ ληνας ὑπὸ τοῦ δυσσέως, μέλλει δὲ ἕτερον ἐπάξειν λόγον, τὸν τοῦ πῶς δεῖ στρατεύεσθαι ἑκάστους, διὰ τῶν πεπεικότων ἤδη λόγων πορεύεται, ἵνα δεξαμένων τῶν ἀκροατῶν ἃ ἐπῄνεσαν λάθῃ ἐπαγαγὼν τὴν ἰδίαν ὑπόθεσιν. τοῦτο μὲν τὸ παράδειγμα τοῦ τὰ αὐτὰ δοκοῦντα ἑτέρ λέγειν ἕτερα ἀγωνίζεσθαι. |

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
