# Ars Rhetorica 13-2

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/13-2

Οὕτω κινδυνεύει, ὅ περ ὑπεστησάμεθα ἐν ἀρχῇ τῶν λόγων 〈ἀποδείξειν〉, τοσοῦτον ἀποδεῖν ἀληθὲς εἶναι τὸ μὴ εἶναί τι ἐσχηματισμένον, ὥςτε τὸ ἐναντίον αὐτὸ οὐδεὶς λόγος ἀσχημάτιστος. καὶ πάλιν ἐπανέλθωμεν ἐπὶ τὴν ἀρχὴν τοῦ λόγου, ἣν ἐξ ἀρχῆς ὑπεθέμεθα, ὅτι τοῦ ἀγῶνος ὄντος τῷ ῥήτορι διπλοῦ, τοῦ πράγματος καὶ τοῦ ἤθους, 〈καὶ〉 τούτου κρατοῦντος, ἡ περὶ τῶν ἠθῶν διοίκησις ἀεὶ ἐσχηματισμένους τοὺς λόγους ἔχει. Πολλὰ σχήματα παρ’ Ὁμήρῳ, πάμπολλα καὶ ἐν ἄλλαις ὑποθέσεσιν ἄλλα διοικουμένῳ· ἐπεὶ καὶ ὁ τῆς Βρισηίδος λόγος οὐκ ἀσχημάτιστος, ὅτε ἤκουσα παρὰ τοῦ Ἀγαμέμνονος, θεασαμένη τὸν Πάτροκλον κείμενον ἐπιπίπτει τῷ σώματι καὶ θρη|νεῖ Πάτροκλον. καί οἴεται ὁ ἀκροατής, ὅτι Πάτροκλον θρηνεῖ· ἐνδείκνυται δὲ ὁ ποιητὴς σοφίαν γυναικὸς ἐν ἀκμῇ καιροῦ ἀπαιτούσης τὰς γαμικὰς ὑποσχέσεις καὶ διὰ τοῦτο θρήνου δίκην λεγούσης πρὸς Ἀχιλλέα· Πάτροκλ’ ἐμοὶ δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ, ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα· νῦν δέ σε τεθνειῶτα κιχάνομαι, ὄρχαμε λαῶν, ἀνιοῦσ’. ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί. ταῦτα προοίμια θρηνούσης. εἶτα τὸ προοίμιον περαίνει ἐπιδεικνυμένη τὸν θρῆνον ὡς ἀπόδειξιν τοῦ δικαίου [θρήνου]· ἄνδρα μέν, ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ, εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέι χαλκῷ, τρεῖς τε κασιγνήτους, οὕς μοι μία γείνατο μήτηρ, κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον. | ταῦτα ἤδη Ἀχιλλέως καθάπτεται, ὅτι τὸν ἄνδρα αὐτῆς ἀποκτείνας ἔχει αὐτὴν συνοικοῦσαν, καὶ δεῖ αὐτῇ πολλῆς παραμυθίας. εἶτα συνθηκῶν ἀνάμνησις· οὐδὲ μὲν οὐδέ μ’ ἔασκες, ὅτ’ ἄνδρ’ ἐμὸν ὠκὺς Ἀχιλλεὺς ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος, κλαίειν, ἀλλά μ’ ἔφασκες Ἀχιλλῆος θείοιο κουριδίην ἄλοχον θήσειν ἄξειν τ’ ἐνὶ νηυσὶν ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι. καὶ τὸ τέλος τοῦ ἐπιλόγου τὸ κέντρον τῆς ἀπαιτήσεως ἐπάγει τῶ σ’ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί, ὡς ἂν ἀκούων ταῦτα Ἀχιλλεὺς δικαιολογουμένης εἴπῃ· ἀλλὰ μὴ κλαῖε, γύναι, ἐκεῖνα βέβαια γενήσεται.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
