# Ars Rhetorica 13

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων ᾱ̄. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/13

Ὁ δὲ Διομήδης τί ποτε αὑτῷ βούλεται ἀθυμοῦντι τῷ Ἀγαμέμνονι λοιδορούμενος ἀκαίρως, ὡς ἄν τις οἰηθείη, καὶ ἀσυμφώνως τῇ αὑτοῦ γνώμῃ καὶ ἀνακολούθως τῇ τοῦ προοιμίου θεραπείᾳ; Ἀτρείδη, σοὶ πρῶτα μαχέσσομαι ἀφραδέοντι, ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς. τὸ μὲν προοίμιον ἀνδρὸς πράου, τὴν μέλλουσαν παρρησίαν ὡς ἐπὶ συμφέροντι γενησομένην παραμυθουμένου· ἃ δὲ ἐπιφερει· ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν, φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα. ταῦτα δὲ πάντα ἴσασ’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. σοὶ δὲ διάνδιχ’ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω. σκῆπτρον μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων· ἀλκὴν δ’ οὔ τοι δῶκεν, ὅ τοι κράτος ἐστὶ μέγιστον. πῶς οὖν ταῦτα ἂν ἀλλήλοις συνᾴδοι τὸ ἀτυχοῦντι μνησικακεῖν τῷ Ἀγαμέμνονι τὸν Διομήδην, καὶ 〈τὸ〉 ὅτε μὲν ὠνείδισε, πράως ἐνεγκεῖν καὶ τῷ χαλεπαίνοντι Σθενέλῳ ἐπιτιμῆσαι Τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ· οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν· ἐνταῦθα δὲ ἀπομνημονεύειν; εἰ γάρ τις φαίη διὰ τὸ ἠριστευκέναι τὸν Διομήδην ταῦτα ποιεῖν, ἀποφαίνει τὸν ἄνδρα ἀπαίδευτον, οὐ μετρίως τῇ εὐτυχίᾳ χρώμενον. ἀλλὰ τί ταῦτ’ ἐστίν; αὐτὴ ἡ κατηγορία Ἀγαμέμνονος μεγίστη παρὰ τοῦ Διομήδους τῷ βασιλεῖ συνηγορία ἐστί. βουλόμενος γὰρ αὐτῷ βοηθῆσαι καὶ κατασχεῖν τοὺς Ἕλληνας, ἐν | προσποιήσει τῆς πρὸς αὐτὸν ὀργῆς καὶ παρρησίας ἀναμένειν παραινεῖ, καὶ ὡς ἀγανακτῶν, εἰ οἴεται ὁ Ἀγαμέμνων τοὺς Ἕλληνας πεισθήσεσθαι ἀποπλεῖν, οὕτω πρὸς αὐτὸν παρρησιάζεται, ἐπιφέρων ταῖς λοιδορίαις τὴν ἔντεχνον ὑπόθεσιν· δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις; καὶ ὅσα ἑξῆς ἐπιλέγει τὸν Ἀγαμέμνονα κελεύων, εἰ βούλεται, ἀποπλεῖν, τοὺς δὲ Ἕλληνας οὐκ 〈ἂν〉 ἀνασχέσθαι ἀπελθεῖν φάσκων· ἐπὶ τέλει δὲ νεανικῶς πάνυ ἐπαπειλῶν εἰ δὲ καὶ αὐτοί, φευγόντων. ... νῶι δ’, ἐγὼ Σθένελός τε, μαχησόμεθ’, εἰς ὅ κε τέκμωρ Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν. τοῦτό σοι τὸ παράδειγμα τοῦ κατηγοροῦντα συναγορεύειν, ἐσχηματισμένῳ τῷ λόγῳ χρώμενον. |

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
