# Ars Rhetorica 14-2

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ τῶν μελέταις πλημμελουμένων. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/14-2

Διηγήσεις δὲ οἳ μὲν οὕτω βραχείας ποιοῦνται, ὥςπερ οὐ δέον μηκῦναι τὴν ὑπόθεσιν· οἳ δὲ οὕτω μακράς, ὥςτε καὶ συμπλέκειν καὶ κατασκευάς τινας καὶ αὐξήσεις. ἑκάτερον δὲ τούτων ἁμάρτημα. τό τε γὰρ μὴ σαφῶς διδάσκειν οὐκ ἂν εἴη διηγεῖσθαι· τό τε ἀπέραντα λέγειν, ἀλλὰ μὴ ἐν μέτρῳ τῆς διδασκαλίας τὸ πιθανὸν διοικεῖσθαι κλέπτοντα τὴν ἀκρόασιν ματαία καὶ ἄκαιρος ἡ τοιαύτη ἀδολεσχία. δεῖ δὲ τὸν ῥήτορα διηγεῖσθαι μὲν ὡς διδάσκοντα, πειρᾶσθαι δὲ πείθειν ἐν τῷ διδάσκειν, τά 〈τε〉 σαθρά καὶ τὰ ἰσχυρά, τά τε τοῦ ἐξ ἐναντίας καὶ τὰ αὑτοῦ πρὸς τὸ συμφέρον μεταχειριζόμενον. ἁμάρτημα δὲ καὶ τὸ πανταχοῦ διηγεῖσθαι μὴ ἐπιστάμενον, ὅτι ὅλη μὲν ἰδέα συμβουλευτικὴ διηγήσεως οὐ δεῖται· ἴσασι γὰρ οἱ βουλευόμενοι περὶ ὧν σκοποῦνται, καὶ δέονται μα|θεῖν ὃ πρακτέον ἐστίν, οὐχ ὅπερ βουλευτέον. εἰσὶ δὲ καὶ δίκαι διηγήσεις οὐκ ἔχουσαι· αὗται δέ εἰσιν 〈αἱ〉 καὶ τοῖς δικάζουσι τὸ πρᾶγμα γνώριμον ἔχουσαι καὶ τοῖς ἀντιδίκοις ὁμοίως ἀμφοτέροις ὁμολογούμενον· τοιαῦται δὲ εἰσὶν αἱ πλείους τῶν πραγματικῶν ὑποθέσεων. οὕτω δέ που πράγματά ἐστι πολιτικὰ ἐν οἷς οὐ δεῖ διηγεῖσθαι, ἀλλὰ μάταιον τὸ ἀνάλωμα τῶν λόγων, ὅπου τοῖς λέγουσιν ἀμφοτέροις ἡ διήγησις περιττὴ καὶ πλέον οὐδὲν ἑκατέρῳ· οἷον ἀριστειῶν διηγήσεις γελοῖαι παντάπασιν (ὁμολογοῦνται γάρ) καὶ ἐκ παραβολῆς αἰτήσεις· οἷον δύο στρατηγῶν ὃ μὲν τριακοσίους ἔλαβεν αἰχμαλώτους, ὃ δὲ τριακοσίους ἀνῄρηκεν· ἀμφισβητοῦσιν τῆς δωρεᾶς· ἐνταῦθα γὰρ τὸ διηγεῖσθαι οὐδετέρῳ χρήσιμον, ἄλλως

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
