# Ars Rhetorica 14

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/14

Κατὰ ταύτας τὰς ὑφηγήσεις ἔστιν ἐπιόντα πολλὰ καὶ τῶν ποιημάτων καὶ τῶν συγγραμμάτων καὶ τῶν δικανικῶν καὶ τῶν συμβουλευτικῶν λόγων καὶ τῶν ἐν ταῖς ἱστορίαις εὑρεῖν πλείους τὰς πλάσεις τῶν σχημάτων ἢ τὰς ἁπλότητας τῶν κοινῶν λόγων. λέγω δὲ καὶ προστίθημι, ὅτι καὶ ὅταν τις ἁπλῶς λέγῃ, καὶ τοῦτο τέχνῃ σχήματος γίνεται, ἵνα ἡ τῆς ἁπλότητος προσποίησις τὸ πιθανὸν ἔχῃ τῷ ἀκούοντι. καὶ τεκμήριον τούτου ἐστὶν ὁ λόγος ὁ τοῦ Αἴαντος πρὸς Ἀχιλλέα ἐν ταῖς Αιταῖς. ὁ μὲν γὰρ Φοῖνιξ τέχνῃ χρῆται πρὸς αὐτόν, καὶ προτείνας αὐτῷ ἡδίστην ὑπόθεσιν ἐναντιωτάτην ἀγωνίζεται· εἰ μὲν δὴ νόστον γε μετὰ φρεσί, φαίδιμ’ Ἀχιλλεῦ, βάλλεαι, οὐδ’ ἔτι πάμπαν ἀμύνειν νηυσὶ θοῇσιν πῦρ ἐθέλεις ἀίδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ, πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο, φίλον τέκος, αὖθι λιποίμην; ἡδίστη γὰρ ὑπόθεσις Ἀχιλλεῖ τὸ λέγειν τὸν Φοίνικα, ὅτι οὐκ ἀπολειφθήσεται. εἶτα ἡ αἰτία τοῦ μὴ ἀπολειφθῆναι, ἡ τροφή, ἡ ἀγωγή, τὸ ἐξ ἀρχῆς συντετράφθαι. ταῦτα δὲ πάντα εἰς τὴν ἐναντίαν ὑπόθεσιν· πιθοῦ μοι· | τέτροφα γάρ σε, καὶ χάριτας ὀφείλεις. καὶ ὅτι τοῦτό ἐστιν * * * ἐπὶ τέλει ὁμολογία τῆς ἀληθινῆς ἐπιβολῆς· ἀλλ’, Αχιλεῦ, δάμασον θυμὸν μέγαν, οὐδέ τί σε χρὴ νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί. τοῦτο τὸ σχῆμα συνιδὼν καὶ ὁ Ἀχιλλεὺς ἀντισχηματίζει ἑξῆς, μιμούμενος τὴν τέχνην τοῦ διδασκάλου. ἐξηγεῖται γὰρ οὕτως· μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων, Ἀτρείδῃ ἥρωι φέρων χάριν. αὕτη μὲν ἐξήγησις τῆς τοῦ Φοίνικος τέχνης· εἶτα ὁ ἀντισχηματισμός· ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς. τί γάρ; ἐκεῖνος τοιοῦτόν τι εἶπεν ἤ τινα χάριν ᾔτησεν; ἀλλ’ ἐπειδὴ ἀνέμνησεν αὐτὸν εἰπών | πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ, 〈καὶ〉 τὰς ἐν τῇ νεότητι πάθας προέτεινεν αὐτῷ, ὡς ὀφείλοντος χάριτας, καὶ αὐτὸς ἐσχημάτισεν εἰπών· ἄλλην χάριν λάμβανε μείζω, μὴ ταύτην αἴτει. ταῦτα μὲν ὁ Φοῖνιξ σχηματίζει.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
